TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 649
Previous part

Chapter: 80 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τῷ Ασαϕ ψαλμός.
Verse: 2 
᾽Αγαλλιᾶσϑε τῷ ϑεῷ τῷ βοηϑῷ ἡμῶν,
ἀλαλάξατε τῷ ϑεῷ Ιακωβ·
Verse: 3 
λάβετε ψαλμὸν καὶ δότε τύμπανον,
ψαλτήριον τερπνὸν μετὰ κιϑάρας·
Verse: 4 
σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι,
ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν·
Verse: 5 
ὅτι πρόσταγμα τῷ Ισραηλ ἐστὶν
καὶ κρίμα τῷ ϑεῷ Ιακωβ.
Verse: 6 
μαρτύριον ἐν τῷ Ιωσηϕ ἔϑετο αὐτὸν
ἐν τῷ ἐξελϑεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου·
γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν·
Verse: 7 
ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ,
αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοϕίνῳ ἐδούλευσαν.
Verse: 8 
᾽Εν ϑλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε·
ἐπήκουσά σου ἐν ἀποκρύϕῳ καταιγίδος,
ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας.
διάψαλμα.
Verse: 9 
ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι·
Ισραηλ, ἐὰν ἀκούσῃς μου,
Verse: 10 
οὐκ ἔσται ἐν σοὶ ϑεὸς πρόσϕατος,
οὐδὲ προσκυνήσεις ϑεῷ ἀλλοτρίῳ·
Verse: 11 
ἐγὼ γάρ εἰμι κύριος ϑεός σου
ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου·
πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.
Verse: 12 
καὶ οὐκ ἤκουσεν λαός μου τῆς ϕωνῆς μου,
καὶ Ισραηλ οὐ προσέσχεν μοι·
Verse: 13 
καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν // αὐτῶν,
πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
Verse: 14 
εἰ λαός μου ἤκουσέν μου,
Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύϑη,
Verse: 15 
ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχϑροὺς αὐτῶν ἐταπείνωσα
καὶ ἐπὶ τοὺς ϑλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.
Verse: 16 
οἱ ἐχϑροὶ κυρίου ἐψεύσαντο αὐτῷ,
καὶ ἔσται καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
Verse: 17 
καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ
καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.