TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 648
Previous part

Chapter: 79 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωϑησομένων· μαρτύριον
τῷ Ασαϕ, ψαλμὸς ὑπὲρ τοῦ ᾽Ασσυρίου.
Verse: 2 
῾Ο ποιμαίνων τὸν Ισραηλ, πρόσχες,
ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ιωσηϕ,
καϑήμενος ἐπὶ τῶν χερουβιν, ἐμϕάνηϑι.
Verse: 3 
ἐναντίον Εϕραιμ καὶ Βενιαμιν καὶ Μανασση
ἐξέγειρον τὴν δυναστείαν σου
καὶ ἐλϑὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Verse: 4 
ϑεός, ἐπίστρεψον ἡμᾶς
καὶ ἐπίϕανον τὸ πρόσωπόν σου, καὶ σωϑησόμεϑα.
Verse: 5 
κύριε ϑεὸς τῶν δυνάμεων,
ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου,
Verse: 6 
ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων
καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ;
Verse: 7 
ἔϑου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν,
καὶ οἱ ἐχϑροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
Verse: 8 
κύριε ϑεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς
καὶ ἐπίϕανον τὸ πρόσωπόν σου, καὶ σωϑησόμεϑα.
διάψαλμα.
Verse: 9 
ἄμπελον ἐξ Αἰγύπτου μετῆρας,
ἐξέβαλες ἔϑνη καὶ κατεϕύτευσας αὐτήν·
Verse: 10 
ὡδοποίησας ἔμπροσϑεν αὐτῆς
καὶ κατεϕύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσϑη γῆ.
Verse: 11 
ἐκάλυψεν ὄρη σκιὰ αὐτῆς
καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ ϑεοῦ·
Verse: 12 
ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως ϑαλάσσης
καὶ ἕως ποταμοῦ τὰς παραϕυάδας αὐτῆς.
Verse: 13 
ἵνα τί καϑεῖλες τὸν ϕραγμὸν αὐτῆς
καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
Verse: 14 
ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ,
καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.
Verse: 15 
ϑεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή,
ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἰδὲ
καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην
Verse: 16 
καὶ κατάρτισαι αὐτήν, ἣν ἐϕύτευσεν δεξιά σου,
καὶ ἐπὶ υἱὸν ἀνϑρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.
Verse: 17 
ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη·
ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.
Verse: 18 
γενηϑήτω χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου
καὶ ἐπὶ υἱὸν ἀνϑρώπου, ὃν ἐκραταίωσας σεαυτῷ·
Verse: 19 
καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ,
ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεϑα.
Verse: 20 
κύριε ϑεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς
καὶ ἐπίϕανον τὸ πρόσωπόν σου, καὶ σωϑησόμεϑα. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.