TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 647
Previous part

Chapter: 78 
Verse: 1  Ψαλμὸς τῷ Ασαϕ.
῾Ο ϑεός, ἤλϑοσαν ἔϑνη εἰς τὴν κληρονομίαν σου,
ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου,
ἔϑεντο Ιερουσαλημ εἰς ὀπωροϕυλάκιον.
Verse: 2 
ἔϑεντο τὰ ϑνησιμαῖα τῶν δούλων σου
βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ,
τὰς σάρκας τῶν ὁσίων σου τοῖς ϑηρίοις τῆς γῆς·
Verse: 3 
ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ
κύκλῳ Ιερουσαλημ, καὶ οὐκ ἦν ϑάπτων.
Verse: 4 
ἐγενήϑημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν,
μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.
Verse: 5 
ἕως πότε, κύριε, ὀργισϑήσῃ εἰς τέλος,
ἐκκαυϑήσεται ὡς πῦρ ζῆλός σου;
Verse: 6 
ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔϑνη τὰ μὴ γινώσκοντά σε
καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο,
Verse: 7 
ὅτι κατέϕαγον τὸν Ιακωβ
καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.
Verse: 8 
μὴ μνησϑῇς ἡμῶν ἀνομιῶν ἀρχαίων·
ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου,
ὅτι ἐπτωχεύσαμεν σϕόδρα.
Verse: 9 
βοήϑησον ἡμῖν, ϑεὸς σωτὴρ ἡμῶν·
ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου, κύριε, ῥῦσαι ἡμᾶς
καὶ ἱλάσϑητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου,
Verse: 10 
μήποτε εἴπωσιν τὰ ἔϑνη Ποῦ ἐστιν ϑεὸς αὐτῶν;
καὶ γνωσϑήτω ἐν τοῖς ἔϑνεσιν ἐνώπιον τῶν ὀϕϑαλμῶν ἡμῶν
ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.
Verse: 11 
εἰσελϑάτω ἐνώπιόν σου στεναγμὸς τῶν πεπεδημένων,
κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου
περιποίησαι τοὺς υἱοὺς τῶν τεϑανατωμένων.
Verse: 12 
ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν
τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, κύριε.
Verse: 13 
ἡμεῖς δὲ λαός σου καὶ πρόβατα τῆς νομῆς σου
ἀνϑομολογησόμεϑά σοι εἰς τὸν αἰῶνα,
εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.