TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 656
Previous part

Chapter: 87 
Verse: 1  ᾽Ωιδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε· εἰς τὸ τέλος,
ὑπὲρ μαελεϑ τοῦ ἀποκριϑῆναι· συνέσεως
Αιμαν τῷ Ισραηλίτῃ.
Verse: 2 
Κύριε ϑεὸς τῆς σωτηρίας μου,
ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
Verse: 3 
εἰσελϑάτω ἐνώπιόν σου προσευχή μου,
κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, κύριε.
Verse: 4 
ὅτι ἐπλήσϑη κακῶν ψυχή μου,
καὶ ζωή μου τῷ ᾅδῃ ἤγγισεν·
Verse: 5 
προσελογίσϑην μετὰ τῶν καταβαινόντων εἰς λάκκον,
ἐγενήϑην ὡς ἄνϑρωπος ἀβοήϑητος ἐν νεκροῖς ἐλεύϑερος,
Verse: 6 
ὡσεὶ τραυματίαι ἐρριμμένοι καϑεύδοντες ἐν τάϕῳ,
ὧν οὐκ ἐμνήσϑης ἔτι
καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσϑησαν.
Verse: 7 
ἔϑεντό με ἐν λάκκῳ κατωτάτῳ,
ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ ϑανάτου.
Verse: 8 
ἐπ' ἐμὲ ἐπεστηρίχϑη ϑυμός σου,
καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ' ἐμὲ ἐπήγαγες.
διάψαλμα.
Verse: 9 
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ,
ἔϑεντό με βδέλυγμα ἑαυτοῖς,
παρεδόϑην καὶ οὐκ ἐξεπορευόμην.
Verse: 10 
οἱ ὀϕϑαλμοί μου ἠσϑένησαν ἀπὸ πτωχείας·
ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν,
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
Verse: 11 
Μὴ τοῖς νεκροῖς ποιήσεις ϑαυμάσια;
ἰατροὶ ἀναστήσουσιν, καὶ ἐξομολογήσονταί σοι;
Verse: 12 
μὴ διηγήσεταί τις ἐν τάϕῳ τὸ ἔλεός σου
καὶ τὴν ἀλήϑειάν σου ἐν τῇ ἀπωλείᾳ;
Verse: 13 
μὴ γνωσϑήσεται ἐν τῷ σκότει τὰ ϑαυμάσιά σου
καὶ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
Verse: 14 
κἀγὼ πρὸς σέ, κύριε, ἐκέκραξα,
καὶ τὸ πρωὶ προσευχή μου προϕϑάσει σε.
Verse: 15 
ἵνα τί, κύριε, ἀπωϑεῖς τὴν ψυχήν μου,
ἀποστρέϕεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;
Verse: 16 
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου,
ὑψωϑεὶς δὲ ἐταπεινώϑην καὶ ἐξηπορήϑην.
Verse: 17 
ἐπ' ἐμὲ διῆλϑον αἱ ὀργαί σου,
καὶ οἱ ϕοβερισμοί σου ἐξετάραξάν με,
Verse: 18 
ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν,
περιέσχον με ἅμα.
Verse: 19 
ἐμάκρυνας ἀπ' ἐμοῦ ϕίλον καὶ πλησίον
καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.