TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 644
Previous part

Chapter: 75 
Verse: 1  Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαϕ,
ᾠδὴ πρὸς τὸν ᾽Ασσύριον.
Verse: 2 
Γνωστὸς ἐν τῇ Ιουδαίᾳ ϑεός,
ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ.
Verse: 3 
καὶ ἐγενήϑη ἐν εἰρήνῃ τόπος αὐτοῦ
καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων·
Verse: 4 
ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων,
ὅπλον καὶ ῥομϕαίαν καὶ πόλεμον.
διάψαλμα,
Verse: 5 
ϕωτίζεις σὺ ϑαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.
Verse: 6 
ἐταράχϑησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ,
ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν
πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
Verse: 7 
ἀπὸ ἐπιτιμήσεώς σου, ϑεὸς Ιακωβ,
ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.
Verse: 8 
σὺ ϕοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;
ἀπὸ τότε ὀργή σου.
Verse: 9 
ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν,
γῆ ἐϕοβήϑη καὶ ἡσύχασεν
Verse: 10 
ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν ϑεὸν
τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.
διάψαλμα.
Verse: 11 
ὅτι ἐνϑύμιον ἀνϑρώπου ἐξομολογήσεταί σοι,
καὶ ἐγκατάλειμμα ἐνϑυμίου ἑορτάσει σοι.
Verse: 12 
εὔξασϑε καὶ ἀπόδοτε κυρίῳ τῷ ϑεῷ ὑμῶν·
πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα
Verse: 13 
τῷ ϕοβερῷ καὶ ἀϕαιρουμένῳ πνεύματα ἀρχόντων,
ϕοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.