TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 645
Previous part

Chapter: 76 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ Ιδιϑουν· τῷ Ασαϕ ψαλμός.
Verse: 2 
Φωνῇ μου πρὸς κύριον ἐκέκραξα,
ϕωνῇ μου πρὸς τὸν ϑεόν, καὶ προσέσχεν μοι.
Verse: 3 
ἐν ἡμέρᾳ ϑλίψεώς μου τὸν ϑεὸν ἐξεζήτησα,
ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήϑην·
ἀπηνήνατο παρακληϑῆναι ψυχή μου.
Verse: 4 
ἐμνήσϑην τοῦ ϑεοῦ καὶ εὐϕράνϑην·
ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου.
διάψαλμα.
Verse: 5 
προκατελάβοντο ϕυλακὰς οἱ ὀϕϑαλμοί μου,
ἐταράχϑην καὶ οὐκ ἐλάλησα.
Verse: 6 
διελογισάμην ἡμέρας ἀρχαίας
καὶ ἔτη αἰώνια ἐμνήσϑην καὶ ἐμελέτησα·
Verse: 7 
νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν,
καὶ ἔσκαλλεν τὸ πνεῦμά μου.
Verse: 8 
μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος
καὶ οὐ προσϑήσει τοῦ εὐδοκῆσαι ἔτι;
Verse: 9 
εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει
ἀπὸ γενεᾶς εἰς γενεάν;
Verse: 10 
ἐπιλήσεται τοῦ οἰκτιρῆσαι ϑεὸς
συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ;
διάψαλμα.
Verse: 11 
καὶ εἶπα Νῦν ἠρξάμην,
αὕτη ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.
Verse: 12 
ἐμνήσϑην τῶν ἔργων κυρίου,
ὅτι μνησϑήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν ϑαυμασίων σου
Verse: 13 
καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου
καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.
Verse: 14 
ϑεός, ἐν τῷ ἁγίῳ ὁδός σου·
τίς ϑεὸς μέγας ὡς ϑεὸς ἡμῶν;
Verse: 15 
σὺ εἶ ϑεὸς ποιῶν ϑαυμάσια,
ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·
Verse: 16 
ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου,
τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηϕ.
διάψαλμα.
Verse: 17 
εἴδοσάν σε ὕδατα, ϑεός,
εἴδοσάν σε ὕδατα καὶ ἐϕοβήϑησαν,
καὶ ἐταράχϑησαν ἄβυσσοι, πλῆϑος ἤχους ὑδάτων.
Verse: 18 
ϕωνὴν ἔδωκαν αἱ νεϕέλαι,
καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·
Verse: 19 
ϕωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ,
ἔϕαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ,
ἐσαλεύϑη καὶ ἔντρομος ἐγενήϑη γῆ.
Verse: 20 
ἐν τῇ ϑαλάσσῃ ὁδός σου,
καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς,
καὶ τὰ ἴχνη σου οὐ γνωσϑήσονται.
Verse: 21 
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου
ἐν χειρὶ Μωυσῆ καὶ Ααρων. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.