TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 643
Previous part

Chapter: 74 
Verse: 1  Εἰς τὸ τέλος· μὴ διαϕϑείρῃς· ψαλμὸς τῷ
Ασαϕ ᾠδῆς.
Verse: 2 
᾽Εξομολογησόμεϑά σοι, ϑεός,
ἐξομολογησόμεϑα καὶ ἐπικαλεσόμεϑα τὸ ὄνομά σου.
Verse: 3 
διηγήσομαι πάντα τὰ ϑαυμάσιά σου, ὅταν λάβω καιρόν·
ἐγὼ εὐϑύτητας κρινῶ.
Verse: 4 
ἐτάκη γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ,
ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς.
διάψαλμα.
Verse: 5 
εἶπα τοῖς παρανομοῦσιν Μὴ παρανομεῖτε,
καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας,
Verse: 6 
μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν,
μὴ λαλεῖτε κατὰ τοῦ ϑεοῦ ἀδικίαν.
Verse: 7 
ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν
οὔτε ἀπὸ ἐρήμων ὀρέων,
Verse: 8 
ὅτι ϑεὸς κριτής ἐστιν,
τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.
Verse: 9 
ὅτι ποτήριον ἐν χειρὶ κυρίου
οἴνου ἀκράτου πλῆρες κεράσματος,
καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο,
πλὴν τρυγίας αὐτοῦ οὐκ ἐξεκενώϑη,
πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.
Verse: 10 
ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα,
ψαλῶ τῷ ϑεῷ Ιακωβ·
Verse: 11 
καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω,
καὶ ὑψωϑήσεται τὰ κέρατα τοῦ δικαίου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.