TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 642
Previous part

Chapter: 73 
Verse: 1  Συνέσεως τῷ Ασαϕ.
῞Ινα τί ἀπώσω, ϑεός, εἰς τέλος,
ὠργίσϑη ϑυμός σου ἐπὶ πρόβατα νομῆς σου;
Verse: 2 
μνήσϑητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς·
ἐλυτρώσω ῥάβδον κληρονομίας σου,
ὄρος Σιων τοῦτο, κατεσκήνωσας ἐν αὐτῷ.
Verse: 3 
ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηϕανίας αὐτῶν εἰς τέλος,
ὅσα ἐπονηρεύσατο ἐχϑρὸς ἐν τοῖς ἁγίοις σου.
Verse: 4 
καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου,
ἔϑεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν.
Verse: 5 
ὡς εἰς τὴν εἴσοδον ὑπεράνω,
Verse: 6 
ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς ϑύρας αὐτῆς,
ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
Verse: 7 
ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου,
εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
Verse: 8 
εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν συγγένεια αὐτῶν ἐπὶ τὸ αὐτό
Δεῦτε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ ϑεοῦ ἀπὸ // τῆς γῆς.
Verse: 9 
τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν,
οὐκ ἔστιν ἔτι προϕήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
Verse: 10 
ἕως πότε, ϑεός, ὀνειδιεῖ ἐχϑρός,
παροξυνεῖ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
Verse: 11 
ἵνα τί ἀποστρέϕεις τὴν χεῖρά σου
καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
Verse: 12 
δὲ ϑεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος,
εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Verse: 13 
σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν ϑάλασσαν,
σὺ συνέτριψας τὰς κεϕαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.
Verse: 14 
σὺ συνέϑλασας τὰς κεϕαλὰς τοῦ δράκοντος,
ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰϑίοψιν.
Verse: 15 
σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους,
σὺ ἐξήρανας ποταμοὺς Ηϑαμ.
Verse: 16 
σή ἐστιν ἡμέρα, καὶ σή ἐστιν νύξ,
σὺ κατηρτίσω ϕαῦσιν καὶ ἥλιον.
Verse: 17 
σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς·
ϑέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά.
Verse: 18 
μνήσϑητι ταύτης· ἐχϑρὸς ὠνείδισεν τὸν κύριον,
καὶ λαὸς ἄϕρων παρώξυνεν τὸ ὄνομά σου.
Verse: 19 
μὴ παραδῷς τοῖς ϑηρίοις ψυχὴν ἐξομολογουμένην σοι,
τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάϑῃ εἰς τέλος.
Verse: 20 
ἐπίβλεψον εἰς τὴν διαϑήκην σου,
ὅτι ἐπληρώϑησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
Verse: 21 
μὴ ἀποστραϕήτω τεταπεινωμένος κατῃσχυμμένος·
πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου.
Verse: 22 
ἀνάστα, ϑεός, δίκασον τὴν δίκην σου·
μνήσϑητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄϕρονος ὅλην τὴν // ἡμέραν.
Verse: 23 
μὴ ἐπιλάϑῃ τῆς ϕωνῆς τῶν ἱκετῶν σου·
ὑπερηϕανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.