TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 641
Chapter: 72
Verse: 1
Ψαλμὸς
τῷ
Ασαϕ
.
῾Ως
ἀγαϑὸς
τῷ
Ισραηλ
ὁ
ϑεός
,
τοῖς
εὐϑέσι
τῇ
καρδίᾳ
.
Verse: 2
ἐμοῦ
δὲ
παρὰ
μικρὸν
ἐσαλεύϑησαν
οἱ
πόδες
,
παρ
'
ὀλίγον
ἐξεχύϑη
τὰ
διαβήματά
μου
.
Verse: 3
ὅτι
ἐζήλωσα
ἐπὶ
τοῖς
ἀνόμοις
εἰρήνην
ἁμαρτωλῶν
ϑεωρῶν
,
Verse: 4
ὅτι
οὐκ
ἔστιν
ἀνάνευσις
τῷ
ϑανάτῳ
αὐτῶν
καὶ
στερέωμα
ἐν
τῇ
μάστιγι
αὐτῶν
·
Verse: 5
ἐν
κόποις
ἀνϑρώπων
οὐκ
εἰσὶν
καὶ
μετὰ
ἀνϑρώπων
οὐ
μαστιγωϑήσονται
.
Verse: 6
διὰ
τοῦτο
ἐκράτησεν
αὐτοὺς
ἡ
ὑπερηϕανία
,
περιεβάλοντο
ἀδικίαν
καὶ
ἀσέβειαν
αὐτῶν
.
Verse: 7
ἐξελεύσεται
ὡς
ἐκ
στέατος
ἡ
ἀδικία
αὐτῶν
διήλϑοσαν
εἰς
διάϑεσιν
καρδίας
·
Verse: 8
διενοήϑησαν
καὶ
ἐλάλησαν
ἐν
πονηρίᾳ
,
ἀδικίαν
εἰς
τὸ
ὕψος
ἐλάλησαν
·
Verse: 9
ἔϑεντο
εἰς
οὐρανὸν
τὸ
στόμα
αὐτῶν
,
καὶ
ἡ
γλῶσσα
αὐτῶν
διῆλϑεν
ἐπὶ
τῆς
γῆς
.
Verse: 10
διὰ
τοῦτο
ἐπιστρέψει
ὁ
λαός
μου
ἐνταῦϑα
,
καὶ
ἡμέραι
πλήρεις
εὑρεϑήσονται
αὐτοῖς
.
Verse: 11
καὶ
εἶπαν
Πῶς
ἔγνω
ὁ
ϑεός
,
καὶ
εἰ
ἔστιν
γνῶσις
ἐν
τῷ
ὑψίστῳ
;
Verse: 12
ἰδοὺ
οὗτοι
ἁμαρτωλοὶ
καὶ
εὐϑηνοῦνται
·
εἰς
τὸν
αἰῶνα
κατέσχον
πλούτου
.
Verse: 13
καὶ
εἶπα
῎Αρα
ματαίως
ἐδικαίωσα
τὴν
καρδίαν
μου
καὶ
ἐνιψάμην
ἐν
ἀϑῴοις
τὰς
χεῖράς
μου
·
Verse: 14
καὶ
ἐγενόμην
μεμαστιγωμένος
ὅλην
τὴν
ἡμέραν
,
καὶ
ὁ
ἔλεγχός
μου
εἰς
τὰς
πρωίας
.
Verse: 15
εἰ
ἔλεγον
Διηγήσομαι
οὕτως
,
ἰδοὺ
τῇ
γενεᾷ
τῶν
υἱῶν
σου
ἠσυνϑέτηκα
.
Verse: 16
καὶ
ὑπέλαβον
τοῦ
γνῶναι
τοῦτο
·
κόπος
ἐστὶν
ἐναντίον
μου
,
Verse: 17
ἕως
εἰσέλϑω
εἰς
τὸ
ἁγιαστήριον
τοῦ
ϑεοῦ
καὶ
συνῶ
εἰς
τὰ
ἔσχατα
αὐτῶν
.
Verse: 18
πλὴν
διὰ
τὰς
δολιότητας
ἔϑου
αὐτοῖς
,
κατέβαλες
αὐτοὺς
ἐν
τῷ
ἐπαρϑῆναι
.
Verse: 19
πῶς
ἐγένοντο
εἰς
ἐρήμωσιν
ἐξάπινα
·
ἐξέλιπον
,
ἀπώλοντο
διὰ
τὴν
ἀνομίαν
αὐτῶν
.
Verse: 20
ὡσεὶ
ἐνύπνιον
ἐξεγειρομένου
,
κύριε
,
ἐν
τῇ
πόλει
σου
τὴν
εἰκόνα
αὐτῶν
ἐξουδενώσεις
.
Verse: 21
ὅτι
ἐξεκαύϑη
ἡ
καρδία
μου
,
καὶ
οἱ
νεϕροί
μου
ἠλλοιώϑησαν
,
Verse: 22
καὶ
ἐγὼ
ἐξουδενωμένος
καὶ
οὐκ
ἔγνων
,
κτηνώδης
ἐγενόμην
παρὰ
σοί
.
Verse: 23
καὶ
ἐγὼ
διὰ
παντὸς
μετὰ
σοῦ
,
ἐκράτησας
τῆς
χειρὸς
τῆς
δεξιᾶς
μου
,
Verse: 24
ἐν
τῇ
βουλῇ
σου
ὡδήγησάς
με
καὶ
μετὰ
δόξης
προσελάβου
με
.
Verse: 25
τί
γάρ
μοι
ὑπάρχει
ἐν
τῷ
οὐρανῷ
,
καὶ
παρὰ
σοῦ
τί
ἠϑέλησα
ἐπὶ
τῆς
γῆς
;
Verse: 26
ἐξέλιπεν
ἡ
καρδία
μου
καὶ
ἡ
σάρξ
μου
,
ὁ
ϑεὸς
τῆς
καρδίας
μου
καὶ
ἡ
μερίς
μου
ὁ
ϑεὸς
εἰς
τὸν
αἰῶνα
.
Verse: 27
ὅτι
ἰδοὺ
οἱ
μακρύνοντες
ἑαυτοὺς
ἀπὸ
σοῦ
ἀπολοῦνται
,
ἐξωλέϑρευσας
πάντα
τὸν
πορνεύοντα
ἀπὸ
σοῦ
.
Verse: 28
ἐμοὶ
δὲ
τὸ
προσκολλᾶσϑαι
τῷ
ϑεῷ
ἀγαϑόν
ἐστιν
,
τίϑεσϑαι
ἐν
τῷ
κυρίῳ
τὴν
ἐλπίδα
μου
τοῦ
ἐξαγγεῖλαι
πάσας
τὰς
αἰνέσεις
σου
ἐν
ταῖς
πύλαις
τῆς
ϑυγατρὸς
Σιων
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.