TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 640
Chapter: 71
Verse: 1
Εἰς
Σαλωμων
.
῾Ο
ϑεός
,
τὸ
κρίμα
σου
τῷ
βασιλεῖ
δὸς
καὶ
τὴν
δικαιοσύνην
σου
τῷ
υἱῷ
τοῦ
βασιλέως
Verse: 2
κρίνειν
τὸν
λαόν
σου
ἐν
δικαιοσύνῃ
καὶ
τοὺς
πτωχούς
σου
ἐν
κρίσει
.
Verse: 3
ἀναλαβέτω
τὰ
ὄρη
εἰρήνην
τῷ
λαῷ
σου
καὶ
οἱ
βουνοὶ
ἐν
δικαιοσύνῃ
.
Verse: 4
κρινεῖ
τοὺς
πτωχοὺς
τοῦ
λαοῦ
καὶ
σώσει
τοὺς
υἱοὺς
τῶν
πενήτων
καὶ
ταπεινώσει
συκοϕάντην
Verse: 5
καὶ
συμπαραμενεῖ
τῷ
ἡλίῳ
καὶ
πρὸ
τῆς
σελήνης
γενεὰς
γενεῶν
Verse: 6
καὶ
καταβήσεται
ὡς
ὑετὸς
ἐπὶ
πόκον
καὶ
ὡσεὶ
σταγόνες
στάζουσαι
ἐπὶ
τὴν
γῆν
.
Verse: 7
ἀνατελεῖ
ἐν
ταῖς
ἡμέραις
αὐτοῦ
δικαιοσύνη
καὶ
πλῆϑος
εἰρήνης
ἕως
οὗ
ἀνταναιρεϑῇ
ἡ
σελήνη
.
Verse: 8
καὶ
κατακυριεύσει
ἀπὸ
ϑαλάσσης
ἕως
ϑαλάσσης
καὶ
ἀπὸ
ποταμοῦ
ἕως
περάτων
τῆς
οἰκουμένης
.
Verse: 9
ἐνώπιον
αὐτοῦ
προπεσοῦνται
Αἰϑίοπες
,
καὶ
οἱ
ἐχϑροὶ
αὐτοῦ
χοῦν
λείξουσιν
·
Verse: 10
βασιλεῖς
Θαρσις
καὶ
αἱ
νῆσοι
δῶρα
προσοίσουσιν
,
βασιλεῖς
᾽Αράβων
καὶ
Σαβα
δῶρα
προσάξουσιν
·
Verse: 11
καὶ
προσκυνήσουσιν
αὐτῷ
πάντες
οἱ
βασιλεῖς
,
πάντα
τὰ
ἔϑνη
δουλεύσουσιν
αὐτῷ
.
Verse: 12
ὅτι
ἐρρύσατο
πτωχὸν
ἐκ
χειρὸς
δυνάστου
καὶ
πένητα
,
ᾧ
οὐχ
ὑπῆρχεν
βοηϑός
·
Verse: 13
ϕείσεται
πτωχοῦ
καὶ
πένητος
καὶ
ψυχὰς
πενήτων
σώσει
·
Verse: 14
ἐκ
τόκου
καὶ
ἐξ
ἀδικίας
λυτρώσεται
τὰς
ψυχὰς
αὐτῶν
,
καὶ
ἔντιμον
τὸ
ὄνομα
αὐτῶν
ἐνώπιον
αὐτοῦ
.
Verse: 15
καὶ
ζήσεται
,
καὶ
δοϑήσεται
αὐτῷ
ἐκ
τοῦ
χρυσίου
τῆς
᾽Αραβίας
,
καὶ
προσεύξονται
περὶ
αὐτοῦ
διὰ
παντός
,
ὅλην
τὴν
ἡμέραν
εὐλογήσουσιν
αὐτόν
.
Verse: 16
ἔσται
στήριγμα
ἐν
τῇ
γῇ
ἐπ
'
ἄκρων
τῶν
ὀρέων
·
ὑπεραρϑήσεται
ὑπὲρ
τὸν
Λίβανον
ὁ
καρπὸς
αὐτοῦ
,
καὶ
ἐξανϑήσουσιν
ἐκ
πόλεως
ὡσεὶ
χόρτος
τῆς
γῆς
.
Verse: 17
ἔστω
τὸ
ὄνομα
αὐτοῦ
εὐλογημένον
εἰς
τοὺς
αἰῶνας
,
πρὸ
τοῦ
ἡλίου
διαμενεῖ
τὸ
ὄνομα
αὐτοῦ
·
καὶ
εὐλογηϑήσονται
ἐν
αὐτῷ
πᾶσαι
αἱ
ϕυλαὶ
τῆς
γῆς
,
πάντα
τὰ
ἔϑνη
μακαριοῦσιν
αὐτόν
.
Verse: 18
Εὐλογητὸς
κύριος
ὁ
ϑεὸς
ὁ
ϑεὸς
Ισραηλ
ὁ
ποιῶν
ϑαυμάσια
//
μόνος
,
Verse: 19
καὶ
εὐλογητὸν
τὸ
ὄνομα
τῆς
δόξης
αὐτοῦ
εἰς
τὸν
αἰῶνα
καὶ
//
εἰς
τὸν
αἰῶνα
τοῦ
αἰῶνος
,
καὶ
πληρωϑήσεται
τῆς
δόξης
αὐτοῦ
πᾶσα
ἡ
γῆ
.
γένοιτο
γένοιτο
.
Verse: 20
᾽Εξέλιπον
οἱ
ὕμνοι
Δαυιδ
τοῦ
υἱοῦ
Ιεσσαι
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.