TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 566
Previous part

Chapter: 15 
Verse: 1    ῏Ω λογισμὲ τέκνων παϑῶν τύραννε καὶ εὐσέβεια μητρὶ τέκνων ποϑεινοτέρα.
Verse: 2    
μήτηρ δυεῖν προκειμένων, εὐσεβείας καὶ τῆς ἑπτὰ υἱῶν σωτηρίας προσκαίρου κατὰ τὴν τοῦ τυράννου ὑπόσχεσιν,
Verse: 3    
τὴν εὐσέβειαν μᾶλλον ἠγάπησεν τὴν σῴζουσαν εἰς αἰωνίαν ζωὴν κατὰ ϑεόν.
Verse: 4    
τίνα τρόπον ἠϑολογήσαιμι ϕιλότεκνα γονέων πάϑη. ψυχῆς τε καὶ μορϕῆς ὁμοιότητα εἰς μικρὸν παιδὸς χαρακτῆρα ϑαυμάσιον ἐναποσϕραγίζομεν, μάλιστα διὰ τὸ τῶν παϑῶν τοῖς γεννηϑεῖσιν τὰς μητέρας τῶν πατέρων καϑεστάναι συμπαϑεστέρας.
Verse: 5    
ὅσῳ γὰρ καὶ ἀσϑενόψυχοι καὶ πολυγονώτεραι ὑπάρχουσιν αἱ μητέρες, τοσούτῳ μᾶλλόν εἰσιν ϕιλοτεκνότεραι.
Verse: 6    
πασῶν δὲ τῶν μητέρων ἐγένετο τῶν ἑπτὰ παίδων μήτηρ ϕιλοτεκνοτέρα, ἥτις ἑπτὰ κυοϕορίαις τὴν πρὸς αὐτοὺς ἐπιϕυτευομένη ϕιλοστοργίαν
Verse: 7    
καὶ διὰ πολλὰς τὰς καϑ' ἕκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένη τὴν εἰς αὐτοὺς ἔχειν συμπάϑειαν,
Verse: 8    
διὰ τὸν πρὸς τὸν ϑεὸν ϕόβον ὑπερεῖδεν τὴν τῶν τέκνων πρόσκαιρον σωτηρίαν.
Verse: 9    
οὐ μὴν δὲ ἀλλὰ καὶ διὰ τὴν καλοκἀγαϑίαν τῶν υἱῶν καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπείϑειαν μείζω τὴν ἐν αὐτοῖς ἔσχεν ϕιλοστοργίαν.
Verse: 10    
δίκαιοί τε γὰρ ἦσαν καὶ σώϕρονες καὶ ἀνδρεῖοι καὶ μεγαλόψυχοι καὶ ϕιλάδελϕοι καὶ ϕιλομήτορες οὕτως ὥστε καὶ μέχρι ϑανάτου τὰ νόμιμα ϕυλάσσοντας πείϑεσϑαι αὐτῇ.
Verse: 11    
ἀλλ' ὅμως καίπερ τοσούτων ὄντων τῶν περὶ τὴν ϕιλοτεκνίαν εἰς συμπάϑειαν ἑλκόντων τὴν μητέρα, ἐπ' οὐδενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ παμποίκιλοι βάσανοι ἴσχυσαν μετατρέψαι,
Verse: 12    
ἀλλὰ καὶ καϑ' ἕνα παῖδα καὶ ὁμοῦ πάντας μήτηρ ἐπὶ τὸν τῆς εὐσεβείας προετρέπετο ϑάνατον.
Verse: 13    
ϕύσις ἱερὰ καὶ ϕίλτρα γονέων καὶ γένεσι ϕιλόστοργε καὶ τροϕεία καὶ μητέρων ἀδάμαστα πάϑη.
Verse: 14    
καϑένα στρεβλούμενον καὶ ϕλεγόμενον ὁρῶσα μήτηρ οὐ μετεβάλλετο διὰ τὴν εὐσέβειαν.
Verse: 15    
τὰς σάρκας τῶν τέκνων ἑώρα περὶ τὸ πῦρ τηκομένας καὶ τοὺς τῶν ποδῶν καὶ χειρῶν δακτύλους ἐπὶ γῆς σπαίροντας καὶ τὰς τῶν κεϕαλῶν μέχρι τῶν περὶ τὰ γένεια σάρκας ὥσπερ προσωπεῖα προκειμένας.
Verse: 16    
πικροτέρων νῦν πόνων πειρασϑεῖσα μήτηρ ἤπερ τῶν ἐπ' αὐτοῖς ὠδίνων.
Verse: 17    
μόνη γύναι τὴν εὐσέβειαν ὁλόκληρον ἀποκυήσασα.
Verse: 18    
οὐ μετέτρεψέν σε πρωτοτόκος ἀποπνέων οὐδὲ δεύτερος εἰς σὲ οἰκτρὸν βλέπων ἐν βασάνοις, οὐ τρίτος ἀποψύχων,
Verse: 19    
οὐδὲ τοὺς ὀϕϑαλμοὺς ἑνὸς ἑκάστου ϑεωροῦσα ταυρηδὸν ἐπὶ τῶν βασάνων ὁρῶντας τὸν αὐτὸν αἰκισμὸν καὶ τοὺς μυκτῆρας προσημειουμένους τὸν ϑάνατον αὐτῶν οὐκ ἔκλαυσας.
Verse: 20    
ἐπὶ σαρξὶν τέκνων ὁρῶσα σάρκας τέκνων ἀποκαιομένας καὶ ἐπὶ χερσὶν χεῖρας ἀποτεμνομένας καὶ ἐπὶ κεϕαλαῖς κεϕαλὰς ἀποδειροτομουμένας καὶ ἐπὶ νεκροῖς νεκροὺς πίπτοντας καὶ πολυάνδριον ὁρῶσα τῶν τέκνων τὸ χωρίον διὰ τῶν βασάνων οὐκ ἐδάκρυσας.
Verse: 21    
οὐχ οὕτως σειρήνιοι μελῳδίαι οὐδὲ κύκνειοι πρὸς ϕιληκοίαν ϕωναὶ τοὺς ἀκούοντας ἐϕέλκονται ὡς τέκνων ϕωναὶ μετὰ βασάνων μητέρα ϕωνούντων.
Verse: 22    
πηλίκαις καὶ πόσαις τότε μήτηρ τῶν υἱῶν βασανιζομένων τροχοῖς τε καὶ καυτηρίοις ἐβασανίζετο βασάνοις.
Verse: 23    
ἀλλὰ τὰ σπλάγχνα αὐτῆς εὐσεβὴς λογισμὸς ἐν αὐτοῖς τοῖς πάϑεσιν ἀνδρειώσας ἐπέτεινεν τὴν πρόσκαιρον ϕιλοτεκνίαν παριδεῖν.
Verse: 24    
καίπερ ἑπτὰ τέκνων ὁρῶσα ἀπώλειαν καὶ τὴν τῶν στρεβλῶν πολύπλοκον ποικιλίαν, ἁπάσας γενναία μήτηρ ἐξέλυσεν διὰ τὴν πρὸς ϑεὸν πίστιν.
Verse: 25    
καϑάπερ γὰρ ἐν βουλευτηρίῳ τῇ ἑαυτῆς ψυχῇ δεινοὺς ὁρῶσα συμβούλους ϕύσιν καὶ γένεσιν καὶ ϕιλοτεκνίαν καὶ τέκνων στρέβλας,
Verse: 26    
δύο ψήϕους κρατοῦσα μήτηρ, ϑανατηϕόρον τε καὶ σωτήριον, ὑπὲρ τέκνων
Verse: 27    
οὐκ ἐπέγνω τὴν σῴζουσαν ἑπτὰ υἱοὺς πρὸς ὀλίγον χρόνον σωτηρίαν,
Verse: 28    
ἀλλὰ τῆς ϑεοσεβοῦς Αβρααμ καρτερίας ϑυγάτηρ ἐμνήσϑη.
Verse: 29    
μήτηρ ἔϑνους, ἔκδικε τοῦ νόμου καὶ ὑπερασπίστρια τῆς εὐσεβείας καὶ τοῦ διὰ σπλάγχνων ἀγῶνος ἀϑλοϕόρε·
Verse: 30    
ἀρρένων πρὸς καρτερίαν γενναιοτέρα καὶ ἀνδρῶν πρὸς ὑπομονὴν ἀνδρειοτέρα.
Verse: 31    
καϑάπερ γὰρ Νωε κιβωτὸς ἐν τῷ κοσμοπληϑεῖ κατακλυσμῷ κοσμοϕοροῦσα καρτερῶς ὑπέμεινεν τοὺς κλύδωνας,
Verse: 32    
οὕτως σὺ νομοϕύλαξ πανταχόϑεν ἐν τῷ τῶν παϑῶν περιαντλουμένη κατακλυσμῷ καὶ καρτεροῖς ἀνέμοις, ταῖς τῶν υἱῶν βασάνοις, συνεχομένη γενναίως ὑπέμεινας τοὺς ὑπὲρ τῆς εὐσεβείας χειμῶνας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.