TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 565
Previous part

Chapter: 14 
Verse: 1    προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες, ὡς μὴ μόνον τῶν ἀλγηδόνων περιϕρονῆσαι αὐτούς, ἀλλὰ καὶ τῶν τῆς ϕιλαδελϕίας παϑῶν κρατῆσαι.
Verse: 2    
῏Ω βασιλέων λογισμοὶ βασιλικώτεροι καὶ ἐλευϑέρων ἐλευϑερώτεροι.
Verse: 3    
ἱερᾶς καὶ εὐαρμόστου περὶ τῆς εὐσεβείας τῶν ἑπτὰ ἀδελϕῶν συμϕωνίας.
Verse: 4    
οὐδεῖς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν οὐδὲ πρὸς τὸν ϑάνατον ὤκνησεν,
Verse: 5    
ἀλλὰ πάντες ὥσπερ ἐπ' ἀϑανασίας ὁδὸν τρέχοντες ἐπὶ τὸν διὰ τῶν βασάνων ϑάνατον ἔσπευδον.
Verse: 6    
καϑάπερ αἱ χεῖρες καὶ οἱ πόδες συμϕώνως τοῖς τῆς ψυχῆς ἀϕηγήμασιν κινοῦνται, οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀϑανάτου τῆς εὐσεβείας πρὸς τὸν ὑπὲρ αὐτῆς συνεϕώνησαν ϑάνατον.
Verse: 7    
πανάγιε συμϕώνων ἀδελϕῶν ἑβδομάς. καϑάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιίας ἡμέραι περὶ τὴν εὐσέβειαν,
Verse: 8    
οὕτως περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν τὸν τῶν βασάνων ϕόβον καταλύοντες.
Verse: 9    
νῦν ἡμεῖς ἀκούοντες τὴν ϑλῖψιν τῶν νεανιῶν ἐκείνων ϕρίττομεν· οἱ δὲ οὐ μόνον ὁρῶντες, ἀλλ' οὐδὲ μόνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῆς λόγον, ἀλλὰ καὶ πάσχοντες ἐνεκαρτέρουν, καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις·
Verse: 10    
ὧν τί γένοιτο ἐπαλγέστερον; ὀξεῖα γὰρ καὶ σύντομος οὖσα τοῦ πυρὸς δύναμις ταχέως διέλυεν τὰ σώματα.
Verse: 11    
Καὶ μὴ ϑαυμαστὸν ἡγεῖσϑε εἰ λογισμὸς περιεκράτησε τῶν ἀνδρῶν ἐκείνων ἐν ταῖς βασάνοις, ὅπου γε καὶ γυναικὸς νοῦς πολυτροπωτέρων ὑπερεϕρόνησεν ἀλγηδόνων·
Verse: 12    
μήτηρ γὰρ τῶν ἑπτὰ νεανίσκων ὑπήνεγκεν τὰς ἐϕ' ἑνὶ ἑκάστῳ τῶν τέκνων στρέβλας.
Verse: 13    
ϑεωρεῖτε δὲ πῶς πολύπλοκός ἐστιν τῆς ϕιλοτεκνίας στοργὴ ἕλκουσα πάντα πρὸς τὴν τῶν σπλάγχνων συμπάϑειαν,
Verse: 14    
ὅπου γε καὶ τὰ ἄλογα ζῷα ὁμοίαν τὴν εἰς τὰ ἐξ αὐτῶν γεννώμενα συμπάϑειαν καὶ στοργὴν ἔχει τοῖς ἀνϑρώποις.
Verse: 15    
καὶ γὰρ τῶν πετεινῶν τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροϕοιτοῦντα προασπίζει τῶν νεοττῶν,
Verse: 16    
τὰ δὲ κατὰ κορυϕὰς ὀρέων καὶ ϕαράγγων ἀπορρῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας ἐννοσσοποιησάμενα ἀποτίκτει καὶ τὸν προσιόντα κωλύει·
Verse: 17    
εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν, περιιπτάμενα κυκλόϑεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ ἀνακαλούμενα τῇ ἰδίᾳ ϕωνῇ, καϑ' δύναται, βοηϑεῖ τοῖς τέκνοις.
Verse: 18    
καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῴων ἐπιδεικνύναι πρὸς τὰ τέκνα συμπάϑειαν,
Verse: 19    
ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας καὶ καϑάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῇ νοσσιᾷ αὐτῶν καὶ ἀπαμύνουσιν ἕως ϑανάτου;
Verse: 20    
ἀλλ' οὐχὶ τὴν Αβρααμ ὁμόψυχον τῶν νεανίσκων μητέρα μετεκίνησεν συμπάϑεια τέκνων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.