TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 564
Previous part

Chapter: 13 
Verse: 1    Εἰ δὲ τοίνυν τῶν μέχρι ϑανάτου πόνων ὑπερεϕρόνησαν οἱ ἑπτὰ ἀδελϕοί, συνομολογεῖται πανταχόϑεν ὅτι αὐτοδέσποτός ἐστιν τῶν παϑῶν εὐσεβὴς λογισμός.
Verse: 2    
εἰ γὰρ τοῖς πάϑεσι δουλωϑέντες ἐμιαροϕάγησαν, ἐλέγομεν ἂν τούτοις αὐτοὺς νενικῆσϑαι·
Verse: 3    
νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ τῷ ἐπαινουμένῳ παρὰ ϑεῷ λογισμῷ περιεγένοντο τῶν παϑῶν,
Verse: 4    
ὧν οὐκ ἔστιν παριδεῖν τὴν ἡγεμονίαν τῆς διανοίας, ἐπεκράτησαν γὰρ καὶ πάϑους καὶ πόνων.
Verse: 5    
πῶς οὖν οὐκ ἔστιν τούτοις τὴν τῆς εὐλογιστίας παϑοκράτειαν ὁμολογεῖν, οἳ τῶν μὲν διὰ πυρὸς ἀλγηδόνων οὐκ ἐπεστράϕησαν;
Verse: 6    
καϑάπερ γὰρ προβλῆτες λιμένων πύργοι τὰς τῶν κυμάτων ἀπειλὰς ἀνακόπτοντες γαληνὸν παρέχουσι τοῖς εἰσπλέουσι τὸν ὅρμον,
Verse: 7    
οὕτως ἑπτάπυργος τῶν νεανίσκων εὐλογιστία τὸν τῆς εὐσεβείας ὀχυρώσασα λιμένα τὴν τῶν παϑῶν ἐνίκησεν ἀκολασίαν.
Verse: 8    
ἱερὸν γὰρ εὐσεβείας στήσαντες χορὸν παρεϑάρσυνον ἀλλήλους λέγοντες
Verse: 9    
᾽Αδελϕικῶς ἀποϑάνωμεν, ἀδελϕοί, περὶ τοῦ νόμου· μιμησώμεϑα τοὺς τρεῖς τοὺς ἐπὶ τῆς ᾽Ασσυρίας νεανίσκους, οἳ τῆς ἰσοπολίτιδος καμίνου κατεϕρόνησαν.
Verse: 10    
μὴ δειλανδρήσωμεν πρὸς τὴν τῆς εὐσεβείας ἐπίδειξιν.
Verse: 11    
καὶ μέν Θάρρει, ἀδελϕέ ἔλεγεν, δέ Εὐγενῶς καρτέρησον,
Verse: 12    
δὲ καταμνησϑεὶς ἔλεγεν Μνήσϑητε πόϑεν ἐστέ, τίνος πατρὸς χειρὶ σϕαγιασϑῆναι διὰ τὴν εὐσέβειαν ὑπέμεινεν Ισαακ.
Verse: 13    
εἷς δὲ ἕκαστος ἀλλήλους ὁμοῦ πάντες ἐϕορῶντες ϕαιδροὶ καὶ μάλα ϑαρραλέοι ῾Εαυτούς, ἔλεγον, τῷ ϑεῷ ἀϕιερώσωμεν ἐξ ὅλης τῆς καρδίας τῷ δόντι τὰς ψυχὰς καὶ χρήσωμεν τῇ περὶ τὸν νόμον ϕυλακῇ τὰ σώματα.
Verse: 14    
μὴ ϕοβηϑῶμεν τὸν δοκοῦντα ἀποκτέννειν·
Verse: 15    
μέγας γὰρ ψυχῆς ἀγὼν καὶ κίνδυνος ἐν αἰωνίῳ βασάνῳ κείμενος τοῖς παραβᾶσι τὴν ἐντολὴν τοῦ ϑεοῦ.
Verse: 16    
καϑοπλισώμεϑα τοιγαροῦν τὴν τοῦ ϑείου λογισμοῦ παϑοκρατείαν.
Verse: 17    
οὕτω γὰρ ϑανόντας ἡμᾶς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ ὑποδέξονται καὶ πάντες οἱ πατέρες ἐπαινέσουσιν.
Verse: 18    
καὶ ἑνὶ ἑκάστῳ τῶν ἀποσπωμένων αὐτῶν ἀδελϕῶν ἔλεγον οἱ περιλειπόμενοι Μὴ καταισχύνῃς ἡμᾶς, ἀδελϕέ, μηδὲ ψεύσῃ τοὺς προαποϑανόντας ἡμῶν ἀδελϕούς.
Verse: 19    
οὐκ ἀγνοεῖτε δὲ τὰ τῆς ἀδελϕότητος ϕίλτρα, ἅπερ ϑεία καὶ πάνσοϕος πρόνοια διὰ πατέρων τοῖς γεννωμένοις ἐμέρισεν καὶ διὰ τῆς μητρῴας ϕυτεύσασα γαστρός,
Verse: 20    
ἐν τὸν ἴσον ἀδελϕοὶ κατοικήσαντες χρόνον καὶ ἐν τῷ αὐτῷ χρόνῳ πλασϑέντες καὶ ἀπὸ τοῦ αὐτοῦ αἵματος αὐξηϑέντες καὶ διὰ τῆς αὐτῆς ψυχῆς τελεσϕορηϑέντες
Verse: 21    
καὶ διὰ τῶν ἴσων ἀποτεχϑέντες χρόνων καὶ ἀπὸ τῶν αὐτῶν γαλακτοποτοῦντες πηγῶν, ἀϕ' ὧν συντρέϕονται ἐναγκαλισμάτων ϕιλάδελϕοι ψυχαί·
Verse: 22    
καὶ αὔξονται σϕοδρότερον διὰ συντροϕίας καὶ τῆς καϑ' ἡμέραν συνηϑείας καὶ τῆς ἄλλης παιδείας καὶ τῆς ἡμετέρας ἐν νόμῳ ϑεοῦ ἀσκήσεως.
Verse: 23    
οὕτως δὴ τοίνυν καϑεστηκυίης συμπαϑοῦς τῆς ϕιλαδελϕίας οἱ ἑπτὰ ἀδελϕοὶ συμπαϑέστερον ἔσχον πρὸς ἀλλήλους.
Verse: 24    
νόμῳ γὰρ τῷ αὐτῷ παιδευϑέντες καὶ τὰς αὐτὰς ἐξασκήσαντες ἀρετὰς καὶ τῷ δικαίῳ συντραϕέντες βίῳ μᾶλλον ἑαυτοὺς ἠγάπων.
Verse: 25    
γὰρ ὁμοζηλία τῆς καλοκἀγαϑίας ἐπέτεινεν αὐτῶν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ ὁμόνοιαν·
Verse: 26    
σὺν γὰρ τῇ εὐσεβείᾳ ποϑεινοτέραν αὑτοῖς κατεσκεύαζον τὴν ϕιλαδελϕίαν.
Verse: 27    
ἀλλ' ὅμως καίπερ τῆς ϕύσεως καὶ τῆς συνηϑείας καὶ τῶν τῆς ἀρετῆς ἠϑῶν τὰ τῆς ἀδελϕότητος αὐτοῖς ϕίλτρα συναυξόντων ἀνέσχοντο διὰ τὴν εὐσέβειαν τοὺς ἀδελϕοὺς οἱ ὑπολειπόμενοι, τοὺς καταικιζομένους ὁρῶντες μέχρι ϑανάτου βασανιζομένους,

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.