TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 563
Previous part

Chapter: 12 
Verse: 1    ῾Ως δὲ καὶ οὗτος μακαρίως ἀπέϑανεν καταβληϑεὶς εἰς λέβητα, ἕβδομος παρεγίνετο πάντων νεώτερος.
Verse: 2    
ὃν κατοικτίρας τύραννος, καίπερ δεινῶς ὑπὸ τῶν ἀδελϕῶν αὐτοῦ κακισϑείς, ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενα πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορεῖν ἐπειρᾶτο λέγων
Verse: 3    
Τῆς μὲν τῶν ἀδελϕῶν σου ἀπονοίας τὸ τέλος ὁρᾷς· διὰ γὰρ ἀπείϑειαν στρεβλωϑέντες τεϑνᾶσιν.
Verse: 4    
σὺ δὲ εἰ μὲν μὴ πεισϑείης, τάλας βασανισϑεὶς καὶ αὐτὸς τεϑνήξῃ πρὸ ὥρας,
Verse: 5    
πεισϑεὶς δὲ ϕίλος ἔσῃ καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀϕηγήσῃ πραγμάτων.
Verse: 6    
καὶ ταῦτα παρακαλῶν τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηϑεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείϑειαν τὸν περιλειπόμενον.
Verse: 7    
δὲ τῆς μητρὸς τῇ Εβραίδι ϕωνῇ προτρεψαμένης αὐτόν, ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον,
Verse: 8    
Λύσατέ μέ ϕησιν, εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ ϕίλοις πᾶσιν.
Verse: 9    
καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν.
Verse: 10    
καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων
Verse: 11    
᾽Ανόσιέ, ϕησιν, καὶ πάντων πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσϑης παρὰ τοῦ ϑεοῦ λαβὼν τὰ ἀγαϑὰ καὶ τὴν βασιλείαν τοὺς ϑεράποντας αὐτοῦ κατακτεῖναι καὶ τοὺς τῆς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι;
Verse: 12    
ἀνϑ' ὧν ταμιεύσεταί σε δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις, αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσίν σε.
Verse: 13    
οὐκ ᾐδέσϑης ἄνϑρωπος ὤν, ϑηριωδέστατε, τοὺς ὁμοιοπαϑεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι.
Verse: 14    
ἀλλ' οἱ μὲν εὐγενῶς ἀποϑανόντες ἐπλήρωσαν τὴν εἰς τὸν ϑεὸν εὐσέβειαν, σὺ δὲ κακῶς οἰμώξεις τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτεῖνας.
Verse: 15    
ὅϑεν καὶ αὐτὸς ἀποϑνῄσκειν μέλλων ἔϕη
Verse: 16    
Οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελϕῶν μου ἀριστείας·
Verse: 17    
ἐπικαλοῦμαι δὲ τὸν πατρῷον ϑεὸν ὅπως ἵλεως γένηται τῷ ἔϑνει ἡμῶν.
Verse: 18    
σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ ϑανόντα τιμωρήσεται.
Verse: 19    
καὶ ταῦτα κατευξάμενος ἑαυτὸν ἔρριψε κατὰ τῶν τηγάνων, καὶ οὕτως ἀπέδωκεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.