TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 562
Previous part

Chapter: 11 
Verse: 1    ῾Ως δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισϑεὶς ἐναπέϑανεν, πέμπτος παρεπήδησεν λέγων
Verse: 2    
Οὐ μέλλω, τύραννε, πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσϑαι,
Verse: 3    
αὐτὸς δ' ἀπ' ἐμαυτοῦ παρῆλϑον, ὅπως κἀμὲ κατακτείνας περὶ πλειόνων ἀδικημάτων ὀϕειλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν.
Verse: 4    
μισάρετε καὶ μισάνϑρωπε, τί δράσαντας ἡμᾶς τοῦτον πορϑεῖς τὸν τρόπον;
Verse: 5    
ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον;
Verse: 6    
ἀλλὰ ταῦτα τιμῶν, οὐ βασάνων ἐστὶν ἄξια.
Verse: 9    
τοιαῦτα δὲ λέγοντα οἱ δορυϕόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην,
Verse: 10    
ἐϕ' ὃν δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐϕαρμόσαντες τὴν ὀσϕὺν αὐτοῦ περὶ τροχιαῖον σϕῆνα κατέκαμψαν, περὶ ὃν ὅλος περὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο.
Verse: 11    
κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος καὶ τὸ σῶμα ἀγχόμενος
Verse: 12    
Καλάς, ἔλεγεν, ἄκων, τύραννε, χάριτας ἡμῖν χαρίζῃ διὰ γενναιοτέρων πόνων ἐπιδείξασϑαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν.
Verse: 13    
Τελευτήσαντος δὲ καὶ τούτου ἕκτος ἤγετο μειρακίσκος, ὃς πυνϑανομένου τοῦ τυράννου εἰ βούλοιτο ϕαγὼν ἀπολύεσϑαι, δὲ ἔϕη
Verse: 14    
᾽Εγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελϕῶν μού εἰμι νεώτερος, τῇ δὲ διανοίᾳ ἡλικιώτης·
Verse: 15    
εἰς ταὐτὰ γὰρ γεννηϑέντες καὶ ἀνατραϕέντες ὑπὲρ τῶν αὐτῶν καὶ ἀποϑνῄσκειν ὀϕείλομεν ὁμοίως·
Verse: 16    
ὥστε εἴ σοι δοκεῖ βασανίζειν μὴ μιαροϕαγοῦντα, βασάνιζε.
Verse: 17    
ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν,
Verse: 18    
ἐϕ' οὗ κατατεινόμενος ἐπιμελῶς καὶ ἐκσπονδυλιζόμενος ὑπεκαίετο.
Verse: 19    
καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες τοῖς νώτοις προσέϕερον καὶ τὰ πλευρὰ διαπείραντες αὐτοῦ τὰ σπλάγχνα διέκαιον.
Verse: 20    
δὲ βασανιζόμενος ῏Ω ἱεροπρεποῦς ἀγῶνος, ἔλεγεν, ἐϕ' ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελϕοὶ τοσοῦτοι κληϑέντες οὐκ ἐνικήϑημεν.
Verse: 21    
ἀνίκητος γάρ ἐστιν, τύραννε, εὐσεβὴς ἐπιστήμη.
Verse: 22    
καλοκἀγαϑίᾳ καϑωπλισμένος τεϑνήξομαι κἀγὼ μετὰ τῶν ἀδελϕῶν μου
Verse: 23    
μέγαν σοὶ καὶ αὐτὸς προσβάλλων ἀλάστορα, καινουργὲ τῶν βασάνων καὶ πολέμιε τῶν ἀληϑῶς εὐσεβούντων.
Verse: 24    
ἓξ μειράκια καταλελύκαμέν σου τὴν τυραννίδα·
Verse: 25    
τὸ γὰρ μὴ δυνηϑῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν μήτε βιάσασϑαι πρὸς τὴν μιαροϕαγίαν οὐ κατάλυσίς ἐστίν σου;
Verse: 26    
τὸ πῦρ σου ψυχρὸν ἡμῖν, καὶ ἄπονοι οἱ καταπέλται, καὶ ἀδύνατος βία σου.
Verse: 27    
οὐ γὰρ τυράννου, ἀλλὰ ϑείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυϕόροι· διὰ τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.