TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 561
Previous part

Chapter: 10 
Verse: 1    Καὶ τούτου τὸν ἀοίδιμον ϑάνατον καρτερήσαντος τρίτος ἤγετο παρακαλούμενος πολλὰ ὑπὸ πολλῶν ὅπως ἀπογευσάμενος σῴζοιτο.
Verse: 2    
δὲ ἀναβοήσας ἔϕη ᾽Αγνοεῖτε ὅτι αὑτός με τοῖς ἀποϑανοῦσιν ἔσπειρεν πατήρ, καὶ αὐτὴ μήτηρ ἐγέννησεν, καὶ ἐπὶ τοῖς αὐτοῖς ἀνετράϕην δόγμασιν;
Verse: 3    
οὐκ ἐξόμνυμαι τὴν εὐγενῆ τῆς ἀδελϕότητος συγγένειαν.
Verse: 5    
οἱ δὲ πικρῶς ἐνέγκαντες τὴν παρρησίαν τοῦ ἀνδρὸς ἀρϑρεμβόλοις ὀργάνοις τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας ἐξήρϑρουν καὶ ἐξ ἁρμῶν ἀναμοχλεύοντες ἐξεμέλιζον,
Verse: 6    
τοὺς δακτύλους καὶ τοὺς βραχίονας καὶ τὰ σκέλη καὶ τοὺς ἀγκῶνας περιέκλων.
Verse: 7    
καὶ κατὰ μηδένα τρόπον ἰσχύοντες αὐτὸν ἄγξαι περιλύσαντες τὰ ὄργανα σὺν ἄκραις ταῖς τῶν δακτύλων κορυϕαῖς ἀπεσκύϑιζον.
Verse: 8    
καὶ εὐϑέως ἦγον ἐπὶ τὸν τροχόν, περὶ ὃν ἐκ σπονδύλων ἐκμελιζόμενος ἑώρα τὰς ἑαυτοῦ σάρκας περιλακιζομένας καὶ κατὰ σπλάγχνων σταγόνας αἵματος ἀπορρεούσας.
Verse: 9    
μέλλων δὲ ἀποϑνῄσκειν ἔϕη
Verse: 10    
῾Ημεῖς μέν, μιαρώτατε τύραννε, διὰ παιδείαν καὶ ἀρετὴν ϑεοῦ ταῦτα πάσχομεν·
Verse: 11    
σὺ δὲ διὰ τὴν ἀσέβειαν καὶ μιαιϕονίαν ἀκαταλύτους καρτερήσεις βασάνους.
Verse: 12    
Καὶ τούτου ϑανόντος ἀδελϕοπρεπῶς τὸν τέταρτον ἐπεσπῶντο λέγοντες
Verse: 13    
Μὴ μανῇς καὶ σὺ τοῖς ἀδελϕοῖς σου τὴν αὐτὴν μανίαν, ἀλλὰ πεισϑεὶς τῷ βασιλεῖ σῷζε σεαυτόν.
Verse: 14    
δὲ αὐτοῖς ἔϕη Οὐχ οὕτως καυστικώτερον ἔχετε κατ' ἐμοῦ τὸ πῦρ ὥστε με δειλανδρῆσαι.
Verse: 15    
μὰ τὸν μακάριον τῶν ἀδελϕῶν μου ϑάνατον καὶ τὸν αἰώνιον τοῦ τυράννου ὄλεϑρον καὶ τὸν ἀίδιον τῶν εὐσεβῶν βίον, οὐκ ἀρνήσομαι τὴν εὐγενῆ ἀδελϕότητα.
Verse: 16    
ἐπινόει, τύραννε, βασάνους, ἵνα καὶ δι' αὐτῶν μάϑῃς ὅτι ἀδελϕός εἰμι τῶν προβασανισϑέντων.
Verse: 17    
ταῦτα ἀκούσας αἱμοβόρος καὶ ϕονώδης καὶ παμμιαρώτατος ᾽Αντίοχος ἐκέλευσεν τὴν γλῶτταν αὐτοῦ ἐκτεμεῖν.
Verse: 18    
δὲ ἔϕη Κἂν ἀϕέλῃς τὸ τῆς ϕωνῆς ὄργανον, καὶ σιωπώντων ἀκούει ϑεός·
Verse: 19    
ἰδοὺ προκεχάλασται γλῶσσα, τέμνε, οὐ γὰρ παρὰ τοῦτο τὸν λογισμὸν ἡμῶν γλωττοτομήσεις.
Verse: 20    
ἡδέως ὑπὲρ τοῦ ϑεοῦ τὰ τοῦ σώματος μέλη ἀκρωτηριαζόμεϑα.
Verse: 21    
σὲ δὲ ταχέως μετελεύσεται ϑεός, τὴν γὰρ τῶν ϑείων ὕμνων μελῳδὸν γλῶτταν ἐκτέμνεις.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.