TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 560
Previous part

Chapter: 9 
Verse: 1    Τί μέλλεις, τύραννε; ἕτοιμοι γάρ ἐσμεν ἀποϑνῄσκειν παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς·
Verse: 2    
αἰσχυνόμεϑα γὰρ τοὺς προγόνους ἡμῶν εἰκότως, εἰ μὴ τῇ τοῦ νόμου εὐπειϑείᾳ καὶ συμβούλῳ Μωυσεῖ χρησαίμεϑα.
Verse: 3    
σύμβουλε τύραννε παρανομίας, μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέα.
Verse: 4    
χαλεπώτερον γὰρ αὐτοῦ τοῦ ϑανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον.
Verse: 5    
ἐκϕοβεῖς δὲ ἡμᾶς τὸν διὰ τῶν βασάνων ϑάνατον ἡμῖν ἀπειλῶν ὥσπερ οὐχὶ πρὸ βραχέως παρ' Ελεαζαρου μαϑών.
Verse: 6    
εἰ δ' οἱ γέροντες τῶν Εβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες εὐσέβησαν, ἀποϑάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες, ἃς καὶ παιδευτὴς ἡμῶν γέρων ἐνίκησεν.
Verse: 7    
πείραζε τοιγαροῦν, τύραννε· καὶ τὰς ἡμῶν ψυχὰς εἰ ϑανατώσεις διὰ τὴν εὐσέβειαν, μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων.
Verse: 8    
ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαϑείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆϑλα ἕξομεν καὶ ἐσόμεϑα παρὰ ϑεῷ, δι' ὃν καὶ πάσχομεν·
Verse: 9    
σὺ δὲ διὰ τὴν ἡμῶν μιαιϕονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς ϑείας δίκης αἰώνιον βάσανον διὰ πυρός.
Verse: 10    
Ταῦτα αὐτῶν εἰπόντων οὐ μόνον ὡς κατὰ ἀπειϑούντων ἐχαλέπαινεν τύραννος, ἀλλὰ καὶ ὡς κατὰ ἀχαρίστων ὠργίσϑη.
Verse: 11    
ὅϑεν τὸν πρεσβύτατον αὐτῶν κελευσϑέντες παρῆγον οἱ ὑπασπισταὶ καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωϑεν.
Verse: 12    
ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν μηδὲν ἀνύοντες, ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν·
Verse: 13    
περὶ ὃν κατατεινόμενος εὐγενὴς νεανίας ἔξαρϑρος ἐγίνετο.
Verse: 14    
καὶ κατὰ πᾶν μέλος κλώμενος ἐκακηγόρει λέγων
Verse: 15    
Τύραννε μιαρώτατε καὶ τῆς οὐρανίου δίκης ἐχϑρὲ καὶ ὠμόϕρων, οὐκ ἀνδροϕονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον οὐδὲ ἀσεβήσαντα ἀλλὰ ϑείου νόμου προασπίζοντα.
Verse: 16    
καὶ τῶν δορυϕόρων λεγόντων ῾Ομολόγησον ϕαγεῖν, ὅπως ἀπαλλαγῇς τῶν βασάνων,
Verse: 17    
δὲ εἶπεν Οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν τροχός, μιαροὶ διάκονοι, ὥστε μου τὸν λογισμὸν ἄγξαι· τέμνετέ μου τὰ μέλη καὶ πυροῦτέ μου τὰς σάρκας καὶ στρεβλοῦτε τὰ ἄρϑρα.
Verse: 18    
διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων ὅτι μόνοι παῖδες Εβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι.
Verse: 19    
ταῦτα λέγοντι ὑπέστρωσαν πῦρ καὶ τὸ διερεϑίζον τὸν τροχὸν προσεπικατέτεινον·
Verse: 20    
ἐμολύνετο δὲ πάντοϑεν αἵματι τροχός, καὶ σωρὸς τῆς ἀνϑρακιᾶς τοῖς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς, καὶ περὶ τοὺς ἄξονας τοῦ ὀργάνου περιέρρεον αἱ σάρκες.
Verse: 21    
καὶ περιτετμημένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα μεγαλόϕρων καὶ Αβραμιαῖος νεανίας οὐκ ἐστέναξεν,
Verse: 22    
ἀλλ' ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀϕϑαρσίαν ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας
Verse: 23    
Μιμήσασϑέ με, ἀδελϕοί, λέγων, μή μου τὸν ἀγῶνα λειποτακτήσητε μηδὲ ἐξομόσησϑέ μου τὴν τῆς εὐψυχίας ἀδελϕότητα.
Verse: 24    
ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασϑε περὶ τῆς εὐσεβείας, δι' ἧς ἵλεως δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔϑνει γενηϑεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον.
Verse: 25    
καὶ ταῦτα εἰπὼν ἱεροπρεπὴς νεανίας ἀπέρρηξεν τὴν ψυχήν.
Verse: 26    
Θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ ἦγον οἱ δορυϕόροι τὸν καϑ' ἡλικίαν τοῦ προτέρου δεύτερον καὶ σιδηρᾶς ἐναρμοσάμενοι χεῖρας ὀξέσι τοῖς ὄνυξιν ὀργάνῳ καὶ καταπέλτῃ προσέδησαν αὐτόν.
Verse: 27    
ὡς δ' εἰ ϕαγεῖν βούλοιτο πρὶν βασανίζεσϑαι πυνϑανόμενοι τὴν εὐγενῆ γνώμην ἤκουσαν,
Verse: 28    
ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι μέχρι τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεϕαλῆς δορὰν οἱ παρδάλεοι ϑῆρες ἀπέσυρον. δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν ἔλεγεν
Verse: 29    
῾Ως ἡδὺς πᾶς ϑανάτου τρόπος διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν. ἔϕη τε πρὸς τὸν τύραννον
Verse: 30    
Οὐ δοκεῖς, πάντων ὠμότατε τύραννε, πλέον ἐμοῦ σε βασανίζεσϑαι ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήϕανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς;
Verse: 31    
ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουϕίζομαι,
Verse: 32    
σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ. οὐκ ἐκϕεύξῃ δέ, μιαρώτατε τύραννε, τὰς τῆς ϑείας ὀργῆς δίκας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.