TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 559
Chapter: 8
Verse: 1
Διὰ
τοῦτό
γέ
τοι
καὶ
μειρακίσκοι
τῷ
τῆς
εὐσεβείας
λογισμῷ
ϕιλοσοϕοῦντες
χαλεπωτέρων
βασανιστηρίων
ἐπεκράτησαν
.
Verse: 2
ἐπειδὴ
γὰρ
κατὰ
τὴν
πρώτην
πεῖραν
ἐνικήϑη
περιϕανῶς
ὁ
τύραννος
μὴ
δυνηϑεὶς
ἀναγκάσαι
γέροντα
μιαροϕαγῆσαι
,
τότε
δὴ
σϕόδρα
περιπαϑῶς
ἐκέλευσεν
ἄλλους
ἐκ
τῆς
λείας
τῶν
Εβραίων
ἀγαγεῖν
,
καὶ
εἰ
μὲν
μιαροϕαγήσαιεν
,
ἀπολύειν
ϕαγόντας
,
εἰ
δ
'
ἀντιλέγοιεν
,
πικρότερον
βασανίζειν
.
Verse: 3
ταῦτα
διαταξαμένου
τοῦ
τυράννου
,
παρῆσαν
ἀγόμενοι
μετὰ
γεραιᾶς
μητρὸς
ἑπτὰ
ἀδελϕοὶ
καλοί
τε
καὶ
αἰδήμονες
καὶ
γενναῖοι
καὶ
ἐν
παντὶ
χαρίεντες
.
Verse: 4
οὓς
ἰδὼν
ὁ
τύραννος
καϑάπερ
ἐν
χορῷ
μέσην
τὴν
μητέρα
περιέχοντας
ἥσϑετο
ἐπ
'
αὐτοῖς
καὶ
τῆς
εὐπρεπείας
ἐκπλαγεὶς
καὶ
τῆς
εὐγενείας
προσεμειδίασεν
αὐτοῖς
καὶ
πλησίον
καλέσας
ἔϕη
Verse: 5
῏Ω
νεανίαι
,
ϕιλοϕρόνως
ἐγὼ
καϑ
'
ἑνὸς
ἑκάστου
ὑμῶν
ϑαυμάζω
,
τὸ
κάλλος
καὶ
τὸ
πλῆϑος
τοσούτων
ἀδελϕῶν
ὑπερτιμῶν
οὐ
μόνον
συμβουλεύω
μὴ
μανῆναι
τὴν
αὐτὴν
τῷ
προβασανισϑέντι
γέροντι
μανίαν
,
ἀλλὰ
καὶ
παρακαλῶ
συνείξαντάς
μοι
τῆς
ἐμῆς
ἀπολαύειν
ϕιλίας
·
Verse: 6
δυναίμην
δ
'
ἂν
ὥσπερ
κολάζειν
τοὺς
ἀπειϑοῦντάς
μου
τοῖς
ἐπιτάγμασιν
,
οὕτω
καὶ
εὐεργετεῖν
τοὺς
εὐπειϑοῦντάς
μοι
.
Verse: 7
πιστεύσατε
οὖν
καὶ
ἀρχὰς
ἐπὶ
τῶν
ἐμῶν
πραγμάτων
ἡγεμονικὰς
λήμψεσϑε
ἀρνησάμενοι
τὸν
πάτριον
ὑμῶν
τῆς
πολιτείας
ϑεσμόν
·
Verse: 8
καὶ
μεταλαβόντες
῾Ελληνικοῦ
βίου
καὶ
μεταδιαιτηϑέντες
ἐντρυϕήσατε
ταῖς
νεότησιν
ὑμῶν
·
Verse: 9
ἐπεί
,
ἐὰν
ὀργίλως
με
διάϑησϑε
διὰ
τῆς
ἀπειϑείας
,
ἀναγκάσετέ
με
ἐπὶ
δειναῖς
κολάσεσιν
ἕνα
ἕκαστον
ὑμῶν
διὰ
τῶν
βασάνων
ἀπολέσαι
.
Verse: 10
κατελεήσατε
οὖν
ἑαυτούς
,
οὓς
καὶ
ὁ
πολέμιος
ἔγωγε
καὶ
τῆς
ἡλικίας
καὶ
τῆς
εὐμορϕίας
οἰκτίρομαι
.
Verse: 11
οὐ
διαλογιεῖσϑε
τοῦτο
,
ὅτι
οὐδὲν
ὑμῖν
ἀπειϑήσασιν
πλὴν
τοῦ
μετὰ
στρεβλῶν
ἀποϑανεῖν
ἀπόκειται
;
Verse: 12
Ταῦτα
δὲ
λέγων
ἐκέλευσεν
εἰς
τὸ
ἔμπροσϑεν
τιϑέναι
τὰ
βασανιστήρια
,
ὅπως
καὶ
διὰ
τοῦ
ϕόβου
πείσειεν
αὐτοὺς
μιαροϕαγῆσαι
.
Verse: 13
ὡς
δὲ
τροχούς
τε
καὶ
ἀρϑρέμβολα
,
στρεβλωτήριά
τε
καὶ
τροχαντῆρας
καὶ
καταπέλτας
καὶ
λέβητας
,
τήγανά
τε
καὶ
δακτυλήϑρας
καὶ
χεῖρας
σιδηρᾶς
καὶ
σϕῆνας
καὶ
τὰ
ζώπυρα
τοῦ
πυρὸς
οἱ
δορυϕόροι
προέϑεσαν
,
ὑπολαβὼν
ὁ
τύραννος
ἔϕη
Verse: 14
Μειράκια
,
ϕοβήϑητε
,
καὶ
ἣν
σέβεσϑε
δίκην
,
ἵλεως
ὑμῖν
ἔσται
δι
'
ἀνάγκην
παρανομήσασιν
.
Verse: 15
Οἱ
δὲ
ἀκούσαντες
ἐπαγωγὰ
καὶ
ὁρῶντες
δεινὰ
οὐ
μόνον
οὐκ
ἐϕοβήϑησαν
,
ἀλλὰ
καὶ
ἀντεϕιλοσόϕησαν
τῷ
τυράννῳ
καὶ
διὰ
τῆς
εὐλογιστίας
τὴν
τυραννίδα
αὐτοῦ
κατέλυσαν
.
Verse: 16
καίτοι
λογισώμεϑα
,
εἰ
δειλόψυχοί
τινες
ἦσαν
ἐν
αὐτοῖς
καὶ
ἄνανδροι
,
ποίοις
ἂν
ἐχρήσαντο
λόγοις
;
οὐχὶ
τούτοις
;
Verse: 17
῏Ω
τάλανες
ἡμεῖς
καὶ
λίαν
ἀνόητοι
·
βασιλέως
ἡμᾶς
καλοῦντος
καὶ
ἐπὶ
εὐεργεσίᾳ
παρακαλοῦντος
,
εἰ
πεισϑείημεν
αὐτῷ
,
Verse: 18
τί
βουλήμασιν
κενοῖς
ἑαυτοὺς
εὐϕραίνομεν
καὶ
ϑανατηϕόρον
ἀπείϑειαν
τολμῶμεν
;
Verse: 19
οὐ
ϕοβηϑησόμεϑα
,
ἄνδρες
ἀδελϕοί
,
τὰ
βασανιστήρια
καὶ
λογιούμεϑα
τὰς
τῶν
βασάνων
ἀπειλὰς
καὶ
ϕευξόμεϑα
τὴν
κενοδοξίαν
ταύτην
καὶ
ὀλεϑροϕόρον
ἀλαζονείαν
;
Verse: 20
ἐλεήσωμεν
τὰς
ἑαυτῶν
ἡλικίας
καὶ
κατοικτίρωμεν
τὸ
τῆς
μητρὸς
γῆρας
Verse: 21
καὶ
ἐνϑυμηϑῶμεν
ὅτι
ἀπειϑοῦντες
τεϑνηξόμεϑα
.
Verse: 22
συγγνώσεται
δὲ
ἡμῖν
καὶ
ἡ
ϑεία
δίκη
δι
'
ἀνάγκην
τὸν
βασιλέα
ϕοβηϑεῖσιν
.
Verse: 23
τί
ἐξάγομεν
ἑαυτοὺς
τοῦ
ἡδίστου
βίου
καὶ
ἀποστεροῦμεν
ἑαυτοὺς
τοῦ
γλυκέος
κόσμου
;
Verse: 24
μὴ
βιαζώμεϑα
τὴν
ἀνάγκην
μηδὲ
κενοδοξήσωμεν
ἐπὶ
τῇ
ἑαυτῶν
στρέβλῃ
.
Verse: 25
οὐδ
'
αὐτὸς
ὁ
νόμος
ἑκουσίως
ἡμᾶς
ϑανατοῖ
ϕοβηϑέντας
τὰ
βασανιστήρια
.
Verse: 26
πόϑεν
ἡμῖν
ἡ
τοσαύτη
ἐντέτηκε
ϕιλονεικία
καὶ
ἡ
ϑανατηϕόρος
ἀρέσκει
καρτερία
,
παρὸν
μετὰ
ἀταραξίας
ζῆν
τῷ
βασιλεῖ
πεισϑέντας
;
Verse: 27
ἀλλὰ
τούτων
οὐδὲν
εἶπον
οἱ
νεανίαι
βασανίζεσϑαι
μέλλοντες
οὐδὲ
ἐνεϑυμήϑησαν
.
Verse: 28
ἦσαν
γὰρ
περίϕρονες
τῶν
παϑῶν
καὶ
αὐτοκράτορες
τῶν
ἀλγηδόνων
,
Verse: 29
ὥστε
ἅμα
τῷ
παύσασϑαι
τὸν
τύραννον
συμβουλεύοντα
αὐτοῖς
μιαροϕαγῆσαι
,
πάντες
διὰ
μιᾶς
ϕωνῆς
ὁμοῦ
ὥσπερ
ἀπὸ
τῆς
αὐτῆς
ψυχῆς
εἶπον
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.