TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 558
Chapter: 7
Verse: 1
῞Ωσπερ
γὰρ
ἄριστος
κυβερνήτης
ὁ
τοῦ
πατρὸς
ἡμῶν
Ελεαζαρου
λογισμὸς
πηδαλιουχῶν
τὴν
τῆς
εὐσεβείας
ναῦν
ἐν
τῷ
τῶν
παϑῶν
πελάγει
Verse: 2
καὶ
καταικιζόμενος
ταῖς
τοῦ
τυράννου
ἀπειλαῖς
καὶ
καταντλούμενος
ταῖς
τῶν
βασάνων
τρικυμίαις
Verse: 3
κατ
'
οὐδένα
τρόπον
ἔτρεψε
τοὺς
τῆς
εὐσεβείας
οἴακας
,
ἕως
οὗ
ἔπλευσεν
ἐπὶ
τὸν
τῆς
ἀϑανάτου
νίκης
λιμένα
.
Verse: 4
οὐχ
οὕτως
πόλις
πολλοῖς
καὶ
ποικίλοις
μηχανήμασιν
ἀντέσχε
ποτὲ
πολιορκουμένη
,
ὡς
ὁ
πανάγιος
ἐκεῖνος
.
τὴν
ἱερὰν
ψυχὴν
αἰκισμοῖς
τε
καὶ
στρέβλαις
πυρπολούμενος
ἐνίκησεν
τοὺς
πολιορκοῦντας
διὰ
τὸν
ὑπερασπίζοντα
τῆς
εὐσεβείας
λογισμόν
.
Verse: 5
ὥσπερ
γὰρ
πρόκρημνον
ἄκραν
τὴν
ἑαυτοῦ
διάνοιαν
ὁ
πατὴρ
Ελεαζαρ
ἐκτείνας
περιέκλασεν
τοὺς
ἐπιμαινομένους
τῶν
παϑῶν
κλύδωνας
.
Verse: 6
ὦ
ἄξιε
τῆς
ἱερωσύνης
ἱερεῦ
,
οὐκ
ἐμίανας
τοὺς
ἱεροὺς
ὀδόντας
οὐδὲ
τὴν
ϑεοσέβειαν
καὶ
καϑαρισμὸν
χωρήσασαν
γαστέρα
ἐκοίνωσας
μιαροϕαγίᾳ
.
Verse: 7
ὦ
σύμϕωνε
νόμου
καὶ
ϕιλόσοϕε
ϑείου
βίου
.
Verse: 8
τοιούτους
δεῖ
εἶναι
τοὺς
δημιουργοῦντας
τὸν
νόμον
ἰδίῳ
αἵματι
καὶ
γενναίῳ
ἱδρῶτι
τοῖς
μέχρι
ϑανάτου
πάϑεσιν
ὑπερασπίζοντας
.
Verse: 9
σύ
,
πάτερ
,
τὴν
εὐνομίαν
ἡμῶν
διὰ
τῶν
ὑπομονῶν
εἰς
δόξαν
ἐκύρωσας
καὶ
τὴν
ἁγιαστίαν
σεμνολογήσας
οὐ
κατέλυσας
καὶ
διὰ
τῶν
ἔργων
ἐπιστοποίησας
τοὺς
τῆς
ϑείας
ϕιλοσοϕίας
σου
λόγους
,
Verse: 10
ὦ
βασάνων
βιαιότερε
γέρων
καὶ
πυρὸς
εὐτονώτερε
πρεσβῦτα
καὶ
παϑῶν
μέγιστε
βασιλεῦ
Ελεαζαρ
.
Verse: 11
ὥσπερ
γὰρ
ὁ
πατὴρ
Ααρων
τῷ
ϑυμιατηρίῳ
καϑωπλισμένος
διὰ
τοῦ
ἐϑνοπλήϑους
ἐπιτρέχων
τὸν
ἐμπυριστὴν
ἐνίκησεν
ἄγγελον
,
Verse: 12
οὕτως
ὁ
Ααρωνίδης
Ελεαζαρ
διὰ
τοῦ
πυρὸς
ὑπερτηκόμενος
οὐ
μετετράπη
τὸν
λογισμόν
.
Verse: 13
καίτοι
τὸ
ϑαυμασιώτατον
,
γέρων
ὢν
λελυμένων
μὲν
ἤδη
τῶν
τοῦ
σώματος
τόνων
,
περικεχαλασμένων
δὲ
τῶν
σαρκῶν
,
κεκμηκότων
δὲ
καὶ
τῶν
νεύρων
ἀνενέασεν
Verse: 14
τῷ
πνεύματι
διὰ
τοῦ
λογισμοῦ
καὶ
τῷ
Ισακίῳ
λογισμῷ
τὴν
πολυκέϕαλον
στρέβλαν
ἠκύρωσεν
.
Verse: 15
ὦ
μακαρίου
γήρως
καὶ
σεμνῆς
πολιᾶς
καὶ
βίου
νομίμου
,
ὃν
πιστὴ
ϑανάτου
σϕραγὶς
ἐτελείωσεν
.
Verse: 16
Εἰ
δὴ
τοίνυν
γέρων
ἀνὴρ
τῶν
μέχρι
ϑανάτου
βασάνων
περιεϕρόνει
δι
'
εὐσέβειαν
,
ὁμολογουμένως
ἡγεμών
ἐστιν
τῶν
παϑῶν
ὁ
εὐσεβὴς
λογισμός
.
Verse: 17
ἴσως
δ
'
ἂν
εἴποιέν
τινες
Τῶν
παϑῶν
οὐ
πάντες
περικρατοῦσιν
,
ὅτι
οὐδὲ
πάντες
ϕρόνιμον
ἔχουσιν
τὸν
λογισμόν
.
Verse: 18
ἀλλ
'
ὅσοι
τῆς
εὐσεβείας
προνοοῦσιν
ἐξ
ὅλης
καρδίας
,
οὗτοι
μόνοι
δύνανται
κρατεῖν
τῶν
τῆς
σαρκὸς
παϑῶν
Verse: 19
πιστεύοντες
ὅτι
ϑεῷ
οὐκ
ἀποϑνῄσκουσιν
,
ὥσπερ
οὐδὲ
οἱ
πατριάρχαι
ἡμῶν
Αβρααμ
καὶ
Ισαακ
καὶ
Ιακωβ
,
ἀλλὰ
ζῶσιν
τῷ
ϑεῷ
.
Verse: 20
οὐδὲν
οὖν
ἐναντιοῦται
τὸ
ϕαίνεσϑαί
τινας
παϑοκρατεῖσϑαι
διὰ
τὸν
ἀσϑενῆ
λογισμόν
·
Verse: 21
ἐπεὶ
τίς
πρὸς
ὅλον
τὸν
τῆς
ϕιλοσοϕίας
κανόνα
ϕιλοσοϕῶν
καὶ
πεπιστευκὼς
ϑεῷ
Verse: 22
καὶ
εἰδὼς
ὅτι
διὰ
τὴν
ἀρετὴν
πάντα
πόνον
ὑπομένειν
μακάριόν
ἐστιν
,
οὐκ
ἂν
περικρατήσειεν
τῶν
παϑῶν
διὰ
τὴν
ϑεοσέβειαν
;
Verse: 23
μόνος
γὰρ
ὁ
σοϕὸς
καὶ
ἀνδρεῖός
ἐστιν
τῶν
παϑῶν
κύριος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.