TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 557
Previous part

Chapter: 6 
Verse: 1    Τοῦτον τὸν τρόπον ἀντιρρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις παραστάντες οἱ δορυϕόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν Ελεαζαρον.
Verse: 2    
καὶ πρῶτον μὲν περιέδυσαν τὸν γεραιὸν ἐγκοσμούμενον τῇ περὶ τὴν εὐσέβειαν εὐσχημοσύνῃ·
Verse: 3    
ἔπειτα περιαγκωνίσαντες ἑκατέρωϑεν μάστιξιν κατῄκιζον,
Verse: 4    
Πείσϑητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωϑεν κήρυκος ἐπιβοῶντος.
Verse: 5    
δὲ μεγαλόϕρων καὶ εὐγενὴς ὡς ἀληϑῶς Ελεαζαρος ὥσπερ ἐν ὀνείρῳ βασανιζόμενος κατ' οὐδένα τρόπον μετετρέπετο,
Verse: 6    
ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς οὐρανὸν τοὺς ὀϕϑαλμοὺς ἀπεξαίνετο ταῖς μάστιξιν τὰς σάρκας γέρων καὶ κατερρεῖτο τῷ αἵματι καὶ τὰ πλευρὰ κατετιτρώσκετο.
Verse: 7    
καὶ πίπτων εἰς τὸ ἔδαϕος ἀπὸ τοῦ μὴ ϕέρειν τὸ σῶμα τὰς ἀλγηδόνας ὀρϑὸν εἶχεν καὶ ἀκλινῆ τὸν λογισμόν.
Verse: 8    
λάξ γέ τοι τῶν πικρῶν τις δορυϕόρων εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταιτο πίπτων.
Verse: 9    
δὲ ὑπέμενε τοὺς πόνους καὶ περιεϕρόνει τῆς ἀνάγκης καὶ διεκαρτέρει τοὺς αἰκισμούς,
Verse: 10    
καὶ καϑάπερ γενναῖος ἀϑλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας γέρων·
Verse: 11    
ἱδρῶν γέ τοι τὸ πρόσωπον καὶ ἐπασϑμαίνων σϕοδρῶς καὶ ὑπ' αὐτῶν τῶν βασανιζόντων ἐϑαυμάζετο ἐπὶ τῇ εὐψυχίᾳ.
Verse: 12    
῞Οϑεν τὰ μὲν ἐλεῶντες τὰ τοῦ γήρως αὐτοῦ,
Verse: 13    
τὰ δὲ ἐν συμπαϑείᾳ τῆς συνηϑείας ὄντες, τὰ δὲ ἐν ϑαυμασμῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινες τοῦ βασιλέως ἔλεγον
Verse: 14    
Τί τοῖς κακοῖς τούτοις σεαυτὸν ἀλογίστως ἀπόλλεις, Ελεαζαρ;
Verse: 15    
ἡμεῖς μέν τοι τῶν ἡψημένων βρωμάτων παραϑήσομεν, σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύεσϑαι σώϑητι.
Verse: 16    
Καὶ Ελεαζαρος ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισϑεὶς ἀνεβόησεν
Verse: 17    
Μὴ οὕτως κακῶς ϕρονήσαιμεν οἱ Αβρααμ παῖδες ὥστε μαλακοψυχήσαντας ἀπρεπὲς ἡμῖν δρᾶμα ὑποκρίνασϑαι.
Verse: 18    
καὶ γὰρ ἀλόγιστον εἰ πρὸς ἀλήϑειαν ζήσαντες τὸν μέχρι γήρως βίον καὶ τὴν ἐπ' αὐτῷ δόξαν νομίμως ϕυλάσσοντες νῦν μεταβαλοίμεϑα
Verse: 19    
καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεϑα τοῖς νέοις ἀσεβείας τύπος, ἵνα παράδειγμα γενώμεϑα τῆς μιαροϕαγίας.
Verse: 20    
αἰσχρὸν δὲ εἰ ἐπιβιώσομεν ὀλίγον χρόνον καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ
Verse: 21    
καὶ ὑπὸ μὲν τοῦ τυράννου καταϕρονηϑῶμεν ὡς ἄνανδροι, τὸν δὲ ϑεῖον ἡμῶν νόμον μέχρι ϑανάτου μὴ προασπίσαιμεν.
Verse: 22    
πρὸς ταῦτα ὑμεῖς μέν, Αβρααμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε.
Verse: 23    
οἱ δὲ τοῦ τυράννου δορυϕόροι, τί μέλλετε;
Verse: 24    
Πρὸς τὰς ἀνάγκας οὕτως μεγαλοϕρονοῦντα αὐτὸν ἰδόντες καὶ μηδὲ πρὸς τὸν οἰκτιρμὸν αὐτῶν μεταβαλλόμενον ἐπὶ τὸ πῦρ αὐτὸν ἀνῆγον·
Verse: 25    
ἔνϑα διὰ κακοτέχνων ὀργάνων καταϕλέγοντες αὐτὸν ὑπερρίπτοσαν, καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον.
Verse: 26    
δὲ μέχρι τῶν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποϑυμεῖν ἀνέτεινε τὰ ὄμματα πρὸς τὸν ϑεὸν καὶ εἶπεν
Verse: 27    
Σὺ οἶσϑα, ϑεέ, παρόν μοι σῴζεσϑαι βασάνοις καυστικαῖς ἀποϑνῄσκω διὰ τὸν νόμον.
Verse: 28    
ἵλεως γενοῦ τῷ ἔϑνει σου ἀρκεσϑεὶς τῇ ἡμετέρᾳ ὑπὲρ αὐτῶν δίκῃ.
Verse: 29    
καϑάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα καὶ ἀντίψυχον αὐτῶν λαβὲ τὴν ἐμὴν ψυχήν.
Verse: 30    
καὶ ταῦτα εἰπὼν ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπέϑανεν καὶ μέχρι τῶν τοῦ ϑανάτου βασάνων ἀντέστη τῷ λογισμῷ διὰ τὸν νόμον.
Verse: 31    
῾Ομολογουμένως οὖν δεσπότης τῶν παϑῶν ἐστιν εὐσεβὴς λογισμός.
Verse: 32    
εἰ γὰρ τὰ πάϑη τοῦ λογισμοῦ κεκρατήκει, τούτοις ἂν ἀπέδομεν τὴν τῆς ἐπικρατείας μαρτυρίαν·
Verse: 33    
νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάϑη νικήσαντος αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν.
Verse: 34    
καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς τὸ κράτος εἶναι τοῦ λογισμοῦ, ὅπου γε καὶ τῶν ἔξωϑεν ἀλγηδόνων ἐπικρατεῖ, ἐπεὶ καὶ γελοῖον.
Verse: 35    
καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμόν, ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν καὶ μηδὲν αὐταῖς ὑπείκειν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.