TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 556
Chapter: 5
Verse: 1
Προκαϑίσας
γέ
τοι
μετὰ
τῶν
συνέδρων
ὁ
τύραννος
᾽Αντίοχος
ἐπί
τινος
ὑψηλοῦ
τόπου
καὶ
τῶν
στρατευμάτων
αὐτῷ
παρεστηκότων
κυκλόϑεν
ἐνόπλων
Verse: 2
παρεκέλευεν
τοῖς
δορυϕόροις
ἕνα
ἕκαστον
Εβραῖον
ἐπισπᾶσϑαι
καὶ
κρεῶν
ὑείων
καὶ
εἰδωλοϑύτων
ἀναγκάζειν
ἀπογεύεσϑαι
·
Verse: 3
εἰ
δέ
τινες
μὴ
ϑέλοιεν
μιαροϕαγῆσαι
,
τούτους
τροχισϑέντας
ἀναιρεϑῆναι
.
Verse: 4
πολλῶν
δὲ
συναρπασϑέντων
εἷς
πρῶτος
ἐκ
τῆς
ἀγέλης
ὀνόματι
Ελεαζαρος
,
τὸ
γένος
ἱερεύς
,
τὴν
ἐπιστήμην
νομικὸς
καὶ
τὴν
ἡλικίαν
προήκων
καὶ
πολλοῖς
τῶν
περὶ
τὸν
τύραννον
διὰ
τὴν
ἡλικίαν
γνώριμος
,
παρήχϑη
πλησίον
αὐτοῦ
.
Verse: 5
Καὶ
αὐτὸν
ἰδὼν
ὁ
᾽Αντίοχος
ἔϕη
Verse: 6
᾽Εγὼ
πρὶν
ἄρξασϑαι
τῶν
κατὰ
σοῦ
βασάνων
,
ὦ
πρεσβῦτα
,
συμβουλεύσαιμ
'
ἄν
σοι
ταῦτα
,
ὅπως
ἀπογευσάμενος
τῶν
ὑείων
σῴζοιο
·
Verse: 7
αἰδοῦμαι
γάρ
σου
τὴν
ἡλικίαν
καὶ
τὴν
πολιάν
,
ἣν
μετὰ
τοσοῦτον
ἔχων
χρόνον
οὔ
μοι
δοκεῖς
ϕιλοσοϕεῖν
τῇ
Ιουδαίων
χρώμενος
ϑρησκείᾳ
.
Verse: 8
διὰ
τί
γὰρ
τῆς
ϕύσεως
κεχαρισμένης
καλλίστην
τὴν
τοῦδε
τοῦ
ζῴου
σαρκοϕαγίαν
βδελύττῃ
;
Verse: 9
καὶ
γὰρ
ἀνόητον
τοῦτο
,
τὸ
μὴ
ἀπολαύειν
τῶν
χωρὶς
ὀνείδους
ἡδέων
,
καὶ
ἄδικον
ἀποστρέϕεσϑαι
τὰς
τῆς
ϕύσεως
χάριτας
.
Verse: 10
σὺ
δέ
μοι
καὶ
ἀνοητότερον
ποιήσειν
δοκεῖς
,
εἰ
κενοδοξῶν
περὶ
τὸ
ἀληϑὲς
ἔτι
κἀμοῦ
καταϕρονήσεις
ἐπὶ
τῇ
ἰδίᾳ
τιμωρίᾳ
.
Verse: 11
οὐκ
ἐξυπνώσεις
ἀπὸ
τῆς
ϕλυάρου
ϕιλοσοϕίας
ὑμῶν
καὶ
ἀποσκεδάσεις
τῶν
λογισμῶν
σου
τὸν
λῆρον
καὶ
ἄξιον
τῆς
ἡλικίας
ἀναλαβὼν
νοῦν
ϕιλοσοϕήσεις
τὴν
τοῦ
συμϕέροντος
ἀλήϑειαν
Verse: 12
καὶ
προσκυνήσας
μου
τὴν
ϕιλάνϑρωπον
παρηγορίαν
οἰκτιρήσεις
τὸ
σεαυτοῦ
γῆρας
;
Verse: 13
καὶ
γὰρ
ἐνϑυμήϑητι
ὡς
,
εἰ
καί
τίς
ἐστιν
τῆσδε
τῆς
ϑρησκείας
ὑμῶν
ἐποπτικὴ
δύναμις
,
συγγνωμονήσειεν
ἄν
σοι
ἐπὶ
πάσῃ
δι
'
ἀνάγκην
παρανομίᾳ
γινομένῃ
.
Verse: 14
Τοῦτον
τὸν
τρόπον
ἐπὶ
τὴν
ἔκϑεσμον
σαρκοϕαγίαν
ἐποτρύνοντος
τοῦ
τυράννου
λόγον
ᾔτησεν
ὁ
Ελεαζαρος
Verse: 15
καὶ
λαβὼν
τοῦ
λέγειν
ἐξουσίαν
ἤρξατο
δημηγορεῖν
οὕτως
Verse: 16
῾Ημεῖς
,
᾽Αντίοχε
,
ϑείῳ
πεπεισμένοι
νόμῳ
πολιτεύεσϑαι
οὐδεμίαν
ἀνάγκην
βιαιοτέραν
εἶναι
νομίζομεν
τῆς
πρὸς
τὸν
νόμον
ἡμῶν
εὐπειϑείας
·
Verse: 17
διὸ
δὴ
κατ
'
οὐδένα
τρόπον
παρανομεῖν
ἀξιοῦμεν
.
Verse: 18
καίτοι
εἰ
κατὰ
ἀλήϑειαν
μὴ
ἦν
ὁ
νόμος
ἡμῶν
,
ὡς
ὑπολαμβάνεις
,
ϑεῖος
,
ἄλλως
δὲ
ἐνομίζομεν
αὐτὸν
εἶναι
ϑεῖον
,
οὐδὲ
οὕτως
ἐξὸν
ἦν
ἡμῖν
τὴν
ἐπὶ
τῇ
εὐσεβείᾳ
δόξαν
ἀκυρῶσαι
.
Verse: 19
μὴ
μικρὰν
οὖν
εἶναι
νομίσῃς
ταύτην
,
εἰ
μιαροϕαγήσαιμεν
,
ἁμαρτίαν
·
Verse: 20
τὸ
γὰρ
ἐπὶ
μικροῖς
καὶ
μεγάλοις
παρανομεῖν
ἰσοδύναμόν
ἐστιν
,
Verse: 21
δι
'
ἑκατέρου
γὰρ
ὡς
ὁμοίως
ὁ
νόμος
ὑπερηϕανεῖται
.
Verse: 22
χλευάζεις
δὲ
ἡμῶν
τὴν
ϕιλοσοϕίαν
ὥσπερ
οὐ
μετὰ
εὐλογιστίας
ἐν
αὐτῇ
βιούντων
·
Verse: 23
σωϕροσύνην
τε
γὰρ
ἡμᾶς
ἐκδιδάσκει
ὥστε
πασῶν
τῶν
ἡδονῶν
καὶ
ἐπιϑυμιῶν
κρατεῖν
καὶ
ἀνδρείαν
ἐξασκεῖ
ὥστε
πάντα
πόνον
ἑκουσίως
ὑπομένειν
Verse: 24
καὶ
δικαιοσύνην
παιδεύει
ὥστε
·
διὰ
πάντων
τῶν
ἠϑῶν
ἰσονομεῖν
καὶ
εὐσέβειαν
ἐκδιδάσκει
ὥστε
μόνον
τὸν
ὄντα
ϑεὸν
σέβειν
μεγαλοπρεπῶς
.
Verse: 25
διὸ
οὐ
μιαροϕαγοῦμεν
·
πιστεύοντες
γὰρ
ϑεοῦ
καϑεστάναι
τὸν
νόμον
οἴδαμεν
ὅτι
κατὰ
ϕύσιν
ἡμῖν
συμπαϑεῖ
νομοϑετῶν
ὁ
τοῦ
κόσμου
κτίστης
·
Verse: 26
τὰ
μὲν
οἰκειωϑησόμενα
ἡμῶν
ταῖς
ψυχαῖς
ἐπέτρεψεν
ἐσϑίειν
,
τὰ
δὲ
ἐναντιωϑησόμενα
ἐκώλυσεν
σαρκοϕαγεῖν
.
Verse: 27
τυραννικὸν
δὲ
οὐ
μόνον
ἀναγκάζειν
ἡμᾶς
παρανομεῖν
,
ἀλλὰ
καὶ
ἐσϑίειν
,
ὅπως
τῇ
ἐχϑίστῃ
ἡμῶν
μιαροϕαγίᾳ
ταύτῃ
ἐπεγγελάσῃς
.
Verse: 28
ἀλλ
'
οὐ
γελάσεις
κατ
'
ἐμοῦ
τοῦτον
τὸν
γέλωτα
,
Verse: 29
οὔτε
τοὺς
ἱεροὺς
τῶν
προγόνων
περὶ
τοῦ
ϕυλάξαι
τὸν
νόμον
ὅρκους
οὐ
παρήσω
,
Verse: 30
οὐδ
'
ἂν
ἐκκόψειάς
μου
τὰ
ὄμματα
καὶ
τὰ
σπλάγχνα
μου
τήξειας
.
Verse: 31
οὐχ
οὕτως
εἰμὶ
γέρων
ἐγὼ
καὶ
ἄνανδρος
ὥστε
μοι
διὰ
τὴν
εὐσέβειαν
μὴ
νεάζειν
τὸν
λογισμόν
.
Verse: 32
πρὸς
ταῦτα
τροχοὺς
εὐτρέπιζε
καὶ
τὸ
πῦρ
ἐκϕύσα
σϕοδρότερον
.
Verse: 33
οὐχ
οὕτως
οἰκτίρομαι
τὸ
ἐμαυτοῦ
γῆρας
ὥστε
δι
'
ἐμαυτοῦ
τὸν
πάτριον
καταλῦσαι
νόμον
.
Verse: 34
οὐ
ψεύσομαί
σε
,
παιδευτὰ
νόμε
,
οὐδὲ
ἐξομοῦμαί
σε
,
ϕίλη
ἐγκράτεια
,
Verse: 35
οὐδὲ
καταισχυνῶ
σε
,
ϕιλόσοϕε
λόγε
,
οὐδὲ
ἐξαρνήσομαί
σε
,
ἱερωσύνη
τιμία
καὶ
νομοϑεσίας
ἐπιστήμη
·
Verse: 36
οὐδὲ
μιανεῖς
μου
τὸ
σεμνὸν
γήρως
στόμα
οὐδὲ
νομίμου
βίου
ἡλικίαν
.
Verse: 37
ἁγνόν
με
οἱ
πατέρες
εἰσδέξονται
μὴ
ϕοβηϑέντα
σου
τὰς
μέχρι
ϑανάτου
ἀνάγκας
.
Verse: 38
ἀσεβῶν
μὲν
γὰρ
τυραννήσεις
,
τῶν
δὲ
ἐμῶν
ὑπὲρ
τῆς
εὐσεβείας
λογισμῶν
οὔτε
λόγοις
δεσπόσεις
οὔτε
δι
'
ἔργων
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.