TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 555
Chapter: 4
Verse: 1
Σιμων
γάρ
τις
πρὸς
Ονιαν
ἀντιπολιτευόμενος
τόν
ποτε
τὴν
ἀρχιερωσύνην
ἔχοντα
διὰ
βίου
,
καλὸν
καὶ
ἀγαϑὸν
ἄνδρα
,
ἐπειδὴ
πάντα
τρόπον
διαβάλλων
ὑπὲρ
τοῦ
ἔϑνους
οὐκ
ἴσχυσεν
κακῶσαι
,
ϕυγὰς
ᾤχετο
τὴν
πατρίδα
προδώσων
.
Verse: 2
ὅϑεν
ἥκων
πρὸς
᾽Απολλώνιον
τὸν
Συρίας
τε
καὶ
Φοινίκης
καὶ
Κιλικίας
στρατηγὸν
ἔλεγεν
Verse: 3
Εὔνους
ὢν
τοῖς
τοῦ
βασιλέως
πράγμασιν
ἥκω
μηνύων
πολλὰς
ἰδιωτικῶν
χρημάτων
μυριάδας
ἐν
τοῖς
Ιεροσολύμων
γαζοϕυλακίοις
τεϑησαυρίσϑαι
τοῖς
ἱεροῖς
μὴ
ἐπικοινωνούσας
,
καὶ
προσήκειν
ταῦτα
Σελεύκῳ
τῷ
βασιλεῖ
.
Verse: 4
τούτων
ἕκαστα
γνοὺς
ὁ
᾽Απολλώνιος
τὸν
μὲν
Σιμωνα
τῆς
εἰς
τὸν
βασιλέα
κηδεμονίας
ἐπαινεῖ
,
πρὸς
δὲ
τὸν
Σέλευκον
ἀναβὰς
κατεμήνυσε
τὸν
τῶν
χρημάτων
ϑησαυρόν
.
Verse: 5
καὶ
λαβὼν
τὴν
περὶ
αὐτῶν
ἐξουσίαν
ταχὺ
εἰς
τὴν
πατρίδα
ἡμῶν
μετὰ
τοῦ
καταράτου
Σιμωνος
καὶ
βαρυτάτου
στρατοῦ
Verse: 6
προσελϑὼν
ταῖς
τοῦ
βασιλέως
ἐντολαῖς
ἥκειν
ἔλεγεν
ὅπως
τὰ
ἰδιωτικὰ
τοῦ
γαζοϕυλακίου
λάβοι
χρήματα
.
Verse: 7
καὶ
τοῦ
ἔϑνους
πρὸς
τὸν
λόγον
σχετλιάζοντος
ἀντιλέγοντός
τε
,
πάνδεινον
εἶναι
νομίσαντες
εἰ
οἱ
τὰς
παρακαταϑήκας
πιστεύσαντες
τῷ
ἱερῷ
ϑησαυρῷ
στερηϑήσονται
,
ὡς
οἷόν
τε
ἦν
ἐκώλυον
.
Verse: 8
μετὰ
ἀπειλῶν
δὲ
ὁ
᾽Απολλώνιος
ἀπῄει
εἰς
τὸ
ἱερόν
.
Verse: 9
τῶν
δὲ
ἱερέων
μετὰ
γυναικῶν
καὶ
παιδίων
ἐν
τῷ
ἱερῷ
ἱκετευσάντων
τὸν
ϑεὸν
ὑπερασπίσαι
τοῦ
ἱεροῦ
καταϕρονουμένου
τόπου
Verse: 10
ἀνιόντος
τε
μετὰ
καϑωπλισμένης
τῆς
στρατιᾶς
τοῦ
᾽Απολλωνίου
πρὸς
τὴν
τῶν
χρημάτων
ἁρπαγὴν
οὐρανόϑεν
ἔϕιπποι
προυϕάνησαν
ἄγγελοι
περιαστράπτοντες
τοῖς
ὅπλοις
καὶ
πολὺν
αὐτοῖς
ϕόβον
τε
καὶ
τρόμον
ἐνιέντες
.
Verse: 11
καταπεσών
γέ
τοι
ἡμιϑανὴς
ὁ
᾽Απολλώνιος
ἐπὶ
τὸν
πάμϕυλον
τοῦ
ἱεροῦ
περίβολον
τὰς
χεῖρας
ἐξέτεινεν
εἰς
τὸν
οὐρανὸν
καὶ
μετὰ
δακρύων
τοὺς
Εβραίους
παρεκάλει
ὅπως
περὶ
αὐτοῦ
προσευξάμενοι
τὸν
οὐράνιον
ἐξευμενίσωνται
στρατόν
.
Verse: 12
ἔλεγεν
γὰρ
ἡμαρτηκὼς
ὥστε
καὶ
ἀποϑανεῖν
ἄξιος
ὑπάρχειν
πᾶσίν
τε
ἀνϑρώποις
ὑμνήσειν
σωϑεὶς
τὴν
τοῦ
ἱεροῦ
τόπου
μακαριότητα
.
Verse: 13
τούτοις
ὑπαχϑεὶς
τοῖς
λόγοις
Ονιας
ὁ
ἀρχιερεύς
,
καίπερ
ἄλλως
εὐλαβηϑείς
,
μήποτε
νομίσειεν
ὁ
βασιλεὺς
Σέλευκος
ἐξ
ἀνϑρωπίνης
ἐπιβουλῆς
καὶ
μὴ
ϑείας
δίκης
ἀνῃρῆσϑαι
τὸν
᾽Απολλώνιον
ηὔξατο
περὶ
αὐτοῦ
.
Verse: 14
καὶ
ὁ
μὲν
παραδόξως
διασωϑεὶς
ᾤχετο
δηλώσων
τῷ
βασιλεῖ
τὰ
συμβάντα
αὐτῷ
.
Verse: 15
Τελευτήσαντος
δὲ
Σελεύκου
τοῦ
βασιλέως
διαδέχεται
τὴν
ἀρχὴν
ὁ
υἱὸς
αὐτοῦ
᾽Αντίοχος
ὁ
᾽Επιϕανής
,
ἀνὴρ
ὑπερήϕανος
καὶ
δεινός
,
Verse: 16
ὃς
καταλύσας
τὸν
Ονιαν
τῆς
ἀρχιερωσύνης
Ιασονα
τὸν
ἀδελϕὸν
αὐτοῦ
κατέστησεν
ἀρχιερέα
Verse: 17
συνϑέμενον
δώσειν
,
εἰ
ἐπιτρέψειεν
αὐτῷ
τὴν
ἀρχήν
,
κατ
'
ἐνιαυτὸν
τρισχίλια
ἑξακόσια
ἑξήκοντα
τάλαντα
.
Verse: 18
ὁ
δὲ
ἐπέτρεψεν
αὐτῷ
καὶ
ἀρχιερᾶσϑαι
καὶ
τοῦ
ἔϑνους
ἀϕηγεῖσϑαι
·
Verse: 19
καὶ
ἐξεδιῄτησεν
τὸ
ἔϑνος
καὶ
ἐξεπολίτευσεν
ἐπὶ
πᾶσαν
παρανομίαν
Verse: 20
ὥστε
μὴ
μόνον
ἐπ
'
αὐτῇ
τῇ
ἄκρᾳ
τῆς
πατρίδος
ἡμῶν
γυμνάσιον
κατασκευάσαι
,
ἀλλὰ
καὶ
καταλῦσαι
τὴν
τοῦ
ἱεροῦ
κηδεμονίαν
.
Verse: 21
ἐϕ
'
οἷς
ἀγανακτήσασα
ἡ
ϑεία
δίκη
αὐτὸν
αὐτοῖς
τὸν
᾽Αντίοχον
ἐπολέμωσεν
.
Verse: 22
ἐπειδὴ
γὰρ
πολεμῶν
ἦν
κατ
'
Αἴγυπτον
Πτολεμαίῳ
,
ἤκουσέν
τε
ὅτι
ϕήμης
διαδοϑείσης
περὶ
τοῦ
τεϑνάναι
αὐτὸν
ὡς
ἔνι
μάλιστα
χαίροιεν
οἱ
Ιεροσολυμῖται
,
ταχέως
ἐπ
'
αὐτοὺς
ἀνέζευξεν
,
Verse: 23
καὶ
ὡς
ἐπόρϑησεν
αὐτούς
,
δόγμα
ἔϑετο
ὅπως
,
εἴ
τινες
αὐτῶν
ϕάνοιεν
τῷ
πατρίῳ
πολιτευόμενοι
νόμῳ
,
ϑάνοιεν
.
Verse: 24
καὶ
ἐπεὶ
κατὰ
μηδένα
τρόπον
ἴσχυεν
καταλῦσαι
διὰ
τῶν
δογμάτων
τὴν
τοῦ
ἔϑνους
εὐνομίαν
,
ἀλλὰ
πάσας
τὰς
ἑαυτοῦ
ἀπειλὰς
καὶ
τιμωρίας
ἑώρα
καταλυομένας
Verse: 25
ὥστε
καὶ
γυναῖκας
,
ὅτι
περιέτεμον
τὰ
παιδία
,
μετὰ
τῶν
βρεϕῶν
κατακρημνισϑῆναι
προειδυίας
ὅτι
τοῦτο
πείσονται
·
Verse: 26
ἐπεὶ
οὖν
τὰ
δόγματα
αὐτοῦ
κατεϕρονεῖτο
ὑπὸ
τοῦ
λαοῦ
,
αὐτὸς
διὰ
βασάνων
ἕνα
ἕκαστον
τοῦ
ἔϑνους
ἠνάγκαζεν
μιαρῶν
ἀπογευομένους
τροϕῶν
ἐξόμνυσϑαι
τὸν
Ιουδαϊσμόν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.