TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 554
Chapter: 3
Verse: 1
ἔστιν
δὲ
κομιδῇ
γελοῖος
ὁ
λόγος
·
οὐ
γὰρ
τῶν
ἑαυτοῦ
παϑῶν
ὁ
λογισμὸς
ἐπικρατεῖν
ϕαίνεται
,
ἀλλὰ
τῶν
σωματικῶν
.
Verse: 2
οἷον
ἐπιϑυμίαν
τις
οὐ
δύναται
ἐκκόψαι
ἡμῶν
,
ἀλλὰ
μὴ
δουλωϑῆναι
τῇ
ἐπιϑυμίᾳ
δύναται
ὁ
λογισμὸς
παρασχέσϑαι
.
Verse: 3
ϑυμόν
τις
οὐ
δύναται
ἐκκόψαι
ὑμῶν
τῆς
ψυχῆς
,
ἀλλὰ
τῷ
ϑυμῷ
δυνατὸν
τὸν
λογισμὸν
βοηϑῆσαι
.
Verse: 4
κακοήϑειάν
τις
ἡμῶν
οὐ
δύναται
ἐκκόψαι
,
ἀλλὰ
τὸ
μὴ
καμϕϑῆναι
τῇ
κακοηϑείᾳ
δύναιτ
'
ἂν
ὁ
λογισμὸς
συμμαχῆσαι
·
Verse: 5
οὐ
γὰρ
ἐκριζωτὴς
τῶν
παϑῶν
ὁ
λογισμός
ἐστιν
,
ἀλλὰ
ἀνταγωνιστής
.
Verse: 6
῎Εστιν
γοῦν
τοῦτο
διὰ
τῆς
Δαυιδ
τοῦ
βασιλέως
δίψης
σαϕέστερον
ἐπιλογίσασϑαι
.
Verse: 7
ἐπεὶ
γὰρ
δι
'
ὅλης
ἡμέρας
προσβαλὼν
τοῖς
ἀλλοϕύλοις
ὁ
Δαυιδ
πολλοὺς
αὐτῶν
ἀπέκτεινεν
μετὰ
τῶν
τοῦ
ἔϑνους
στρατιωτῶν
,
Verse: 8
τότε
δὴ
γενομένης
ἑσπέρας
ἱδρῶν
καὶ
σϕόδρα
κεκμηκὼς
ἐπὶ
τὴν
βασίλειον
σκηνὴν
ἦλϑεν
,
περὶ
ἣν
ὁ
πᾶς
τῶν
προγόνων
στρατὸς
ἐστρατοπεδεύκει
.
Verse: 9
οἱ
μὲν
οὖν
ἄλλοι
πάντες
ἐπὶ
τὸ
δεῖπνον
ἦσαν
,
Verse: 10
ὁ
δὲ
βασιλεὺς
ὡς
μάλιστα
διψῶν
,
καίπερ
ἀϕϑόνους
ἔχων
πηγάς
,
οὐκ
ἠδύνατο
δι
'
αὐτῶν
ἰάσασϑαι
τὴν
δίψαν
,
Verse: 11
ἀλλά
τις
αὐτὸν
ἀλόγιστος
ἐπιϑυμία
τοῦ
παρὰ
τοῖς
πολεμίοις
ὕδατος
ἐπιτείνουσα
συνέϕρυγεν
καὶ
λύουσα
κατέϕλεγεν
.
Verse: 12
ὅϑεν
τῶν
ὑπασπιστῶν
ἐπὶ
τῇ
τοῦ
βασιλέως
ἐπιϑυμίᾳ
σχετλιαζόντων
δύο
νεανίσκοι
στρατιῶται
καρτεροὶ
καταιδεσϑέντες
τὴν
τοῦ
βασιλέως
ἐπιϑυμίαν
τὰς
παντευχίας
καϑωπλίσαντο
καὶ
κάλπην
λαβόντες
ὑπερέβησαν
τοὺς
τῶν
πολεμίων
χάρακας
Verse: 13
καὶ
λαϑόντες
τοὺς
τῶν
πυλῶν
ἀκροϕύλακας
διεξῄεσαν
ἀνερευνώμενοι
κατὰ
πᾶν
τὸ
τῶν
πολεμίων
στρατόπεδον
Verse: 14
καὶ
ἀνευράμενοι
τὴν
πηγὴν
ἐξ
αὐτῆς
ϑαρραλέως
ἐκόμισαν
τῷ
βασιλεῖ
τὸ
ποτόν
·
Verse: 15
ὁ
δὲ
καίπερ
τῇ
δίψῃ
διαπυρούμενος
ἐλογίσατο
πάνδεινον
εἶναι
κίνδυνον
ψυχῇ
λογισϑὲν
ἰσοδύναμον
ποτὸν
αἵματι
,
Verse: 16
ὅϑεν
ἀντιϑεὶς
τῇ
ἐπιϑυμίᾳ
τὸν
λογισμὸν
ἔσπεισεν
τὸ
πόμα
τῷ
ϑεῷ
.
Verse: 17
δυνατὸς
γὰρ
ὁ
σώϕρων
νοῦς
νικῆσαι
τὰς
τῶν
παϑῶν
ἀνάγκας
καὶ
σβέσαι
τὰς
τῶν
οἴστρων
ϕλεγμονὰς
Verse: 18
καὶ
τὰς
τῶν
σωμάτων
ἀλγηδόνας
καϑ
'
ὑπερβολὴν
οὔσας
καταπαλαῖσαι
καὶ
τῇ
καλοκἀγαϑίᾳ
τοῦ
λογισμοῦ
ἀποπτύσαι
πάσας
τὰς
τῶν
παϑῶν
ἐπικρατείας
.
Verse: 19
῎Ηδη
δὲ
καὶ
ὁ
καιρὸς
ἡμᾶς
καλεῖ
ἐπὶ
τὴν
ἀπόδειξιν
τῆς
ἱστορίας
τοῦ
σώϕρονος
λογισμοῦ
.
Verse: 20
᾽Επειδὴ
γὰρ
βαϑεῖαν
εἰρήνην
διὰ
τὴν
εὐνομίαν
οἱ
πατέρες
ἡμῶν
εἶχον
καὶ
ἔπραττον
καλῶς
ὥστε
καὶ
τὸν
τῆς
᾽Ασίας
βασιλέα
Σέλευκον
τὸν
Νικάνορα
καὶ
χρήματα
εἰς
τὴν
ἱερουργίαν
αὐτοῖς
ἀϕορίσαι
καὶ
τὴν
πολιτείαν
αὐτῶν
ἀποδέχεσϑαι
,
Verse: 21
τότε
δή
τινες
πρὸς
τὴν
κοινὴν
νεωτερίσαντες
ὁμόνοιαν
πολυτρόποις
ἐχρήσαντο
συμϕοραῖς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.