TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 553
Previous part

Chapter: 2 
Verse: 1    Καὶ τί ϑαυμαστόν, εἰ αἱ τῆς ψυχῆς ἐπιϑυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται;
Verse: 2    
ταύτῃ γοῦν σώϕρων Ιωσηϕ ἐπαινεῖται, ὅτι διανοίᾳ περιεκράτησεν τῆς ἡδυπαϑείας.
Verse: 3    
νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τῷ λογισμῷ τὸν τῶν παϑῶν οἶστρον.
Verse: 4    
καὶ οὐ μόνον δὲ τὴν τῆς ἡδυπαϑείας οἰστρηλασίαν λογισμὸς ἐπικρατεῖν ϕαίνεται, ἀλλὰ καὶ πάσης ἐπιϑυμίας.
Verse: 5    
λέγει γοῦν νόμος Οὐκ ἐπιϑυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν.
Verse: 6    
καίτοι ὅτε μὴ ἐπιϑυμεῖν εἴρηκεν ἡμᾶς νόμος, πολὺ πλέον πείσαιμ' ἂν ὑμᾶς ὅτι τῶν ἐπιϑυμιῶν κρατεῖν δύναται λογισμός. ῞Ωσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παϑῶν·
Verse: 7    
ἐπεὶ τίνα τις τρόπον μονοϕάγος ὢν τὸ ἦϑος καὶ γαστρίμαργος καὶ μέϑυσος μεταπαιδεύεται, εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παϑῶν λογισμός;
Verse: 8    
αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος, κἂν ϕιλάργυρός τις , βιάζεται τὸν αὑτοῦ τρόπον τοῖς δεομένοις δανείζων χωρὶς τόκων καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος·
Verse: 9    
κἂν ϕειδωλός τις , ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμὸν μήτε ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτε ἐπιρρωγολογούμενος τοὺς ἀμπελῶνας. Καὶ ἐπὶ τῶν ἑτέρων δὲ ἔστιν ἐπιγνῶναι τοῦτο, ὅτι τῶν παϑῶν ἐστιν λογισμὸς κρατῶν·
Verse: 10    
γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι' αὐτοὺς
Verse: 11    
καὶ τῆς πρὸς γαμετὴν ϕιλίας ἐπικρατεῖ διὰ τὴν παρανομίαν αὐτὴν ἀπελέγχων
Verse: 12    
καὶ τῆς τέκνων ϕιλίας κυριεύει διὰ κακίαν αὐτὰ κολάζων
Verse: 13    
καὶ τῆς ϕίλων συνηϑείας δεσπόζει διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων.
Verse: 14    
καὶ μὴ νομίσητε παράδοξον εἶναι, ὅπου καὶ ἔχϑρας ἐπικρατεῖν λογισμὸς δύναται διὰ τὸν νόμον μήτε δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων ϕυτά, τὰ δὲ τῶν ἐχϑρῶν τοῖς ἀπολέσασι διασῴζων καὶ τὰ πεπτωκότα συνεγείρων.
Verse: 15    
Καὶ τῶν βιαιοτέρων δὲ παϑῶν κρατεῖν λογισμὸς ϕαίνεται, ϕιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας·
Verse: 16    
πάντα γὰρ ταῦτα τὰ κακοήϑη πάϑη σώϕρων νοῦς ἀπωϑεῖται, ὥσπερ καὶ τὸν ϑυμόν· καὶ γὰρ τούτου δεσπόζει.
Verse: 17    
ϑυμούμενός γέ τοι Μωυσῆς κατὰ Δαϑαν καὶ Αβιρων οὐ ϑυμῷ τι κατ' αὐτῶν ἐποίησεν, ἀλλὰ λογισμῷ τὸν ϑυμὸν διῄτησεν.
Verse: 18    
δυνατὸς γὰρ σώϕρων νοῦς, ὡς ἔϕην, κατὰ τῶν παϑῶν ἀριστεῦσαι καὶ τὰ μὲν αὐτῶν μεταϑεῖναι, τὰ δὲ καὶ ἀκυρῶσαι.
Verse: 19    
ἐπεὶ διὰ τί πάνσοϕος ἡμῶν πατὴρ Ιακωβ τοὺς περὶ Συμεων καὶ Λευιν αἰτιᾶται μὴ λογισμῷ τοὺς Σικιμίτας ἐϑνηδὸν ἀποσϕάξαντας λέγων ᾽Επικατάρατος ϑυμὸς αὐτῶν;
Verse: 20    
εἰ μὴ γὰρ ἐδύνατο τοῦ ϑυμοῦ λογισμὸς κρατεῖν, οὐκ ἂν εἶπεν οὕτως.
Verse: 21    
ὁπηνίκα γὰρ ϑεὸς τὸν ἄνϑρωπον κατεσκεύασεν, τὰ πάϑη αὐτοῦ καὶ τὰ ἤϑη περιεϕύτευσεν·
Verse: 22    
ἡνίκα δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσϑητηρίων ἐνεϑρόνισεν,
Verse: 23    
καὶ τούτῳ νόμον ἔδωκεν, καϑ' ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώϕρονά τε καὶ δικαίαν καὶ ἀγαϑὴν καὶ ἀνδρείαν.
Verse: 24    
Πῶς οὖν, εἴποι τις ἄν, εἰ τῶν παϑῶν δεσπότης ἐστὶν λογισμός, λήϑης καὶ ἀγνοίας οὐ κρατεῖ;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.