TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 552
Previous part

Book: Macc.IV 
ΜΑΚΚΑΒΑΙΩΝ Δ'


Chapter: 1 
Verse: 1    Φιλοσοϕώτατον λόγον ἐπιδείκνυσϑαι μέλλων, εἰ αὐτοδέσποτός ἐστιν τῶν παϑῶν εὐσεβὴς λογισμός, συμβουλεύσαιμ' ἂν ὑμῖν ὀρϑῶς ὅπως προσέχητε προϑύμως τῇ ϕιλοσοϕίᾳ.
Verse: 2    
καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ λόγος καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς, λέγω δὴ ϕρονήσεως, περιέχει ἔπαινον.
Verse: 3    
εἰ ἄρα τῶν σωϕροσύνης κωλυτικῶν παϑῶν λογισμὸς ϕαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιϑυμίας,
Verse: 4    
ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παϑῶν κυριεύειν ἀναϕαίνεται, οἷον κακοηϑείας, καὶ τῶν τῆς ἀνδρείας ἐμποδιστικῶν παϑῶν, ϑυμοῦ τε καὶ ϕόβου καὶ πόνου.
Verse: 5    
πῶς οὖν, ἴσως εἴποιεν ἄν τινες, εἰ τῶν παϑῶν λογισμὸς κρατεῖ, λήϑης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν.
Verse: 6    
οὐ γὰρ τῶν αὑτοῦ παϑῶν λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωϕροσύνης ἐναντίων, καὶ τούτων οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλ' ὥστε αὐτοῖς μὴ εἶξαι.
Verse: 7    
πολλαχόϑεν μὲν οὖν καὶ ἀλλαχόϑεν ἔχοιμ' ἂν ὑμῖν ἐπιδεῖξαι ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παϑῶν λογισμός,
Verse: 8    
πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαϑίας τῶν ὑπὲρ ἀρετῆς ἀποϑανόντων, Ελεαζαρου τε καὶ τῶν ἑπτὰ ἀδελϕῶν καὶ τῆς τούτων μητρός.
Verse: 9    
ἅπαντες γὰρ οὗτοι τοὺς ἕως ϑανάτου πόνους ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παϑῶν λογισμός.
Verse: 10    
τῶν μὲν οὖν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπὲρ τῆς καλοκἀγαϑίας ἀποϑανόντας μετὰ τῆς μητρὸς ἄνδρας, τῶν δὲ τιμῶν μακαρίσαιμ' ἄν.
Verse: 11    
ϑαυμασϑέντες γὰρ οὐ μόνον ὑπὸ πάντων ἀνϑρώπων ἐπὶ τῇ ἀνδρείᾳ καὶ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυϑῆναι τὴν κατὰ τοῦ ἔϑνους τυραννίδα νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ ὥστε καϑαρισϑῆναι δι' αὐτῶν τὴν πατρίδα.
Verse: 12    
ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται ἀρξαμένῳ τῆς ὑποϑέσεως, ὅπερ εἴωϑα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον δόξαν διδοὺς τῷ πανσόϕῳ ϑεῷ.
Verse: 13    
Ζητοῦμεν δὴ τοίνυν εἰ αὐτοκράτωρ ἐστὶν τῶν παϑῶν λογισμός.
Verse: 14    
διακρίνομεν τί ποτέ ἐστιν λογισμὸς καὶ τί πάϑος, καὶ πόσαι παϑῶν ἰδέαι, καὶ εἰ πάντων ἐπικρατεῖ τούτων λογισμός.
Verse: 15    
λογισμὸς μὲν δὴ τοίνυν ἐστὶν νοῦς μετὰ ὀρϑοῦ λόγου προτιμῶν τὸν σοϕίας βίον.
Verse: 16    
σοϕία δὴ τοίνυν ἐστὶν γνῶσις ϑείων καὶ ἀνϑρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν.
Verse: 17    
αὕτη δὴ τοίνυν ἐστὶν τοῦ νόμου παιδεία, δι' ἧς τὰ ϑεῖα σεμνῶς καὶ τὰ ἀνϑρώπινα συμϕερόντως μανϑάνομεν.
Verse: 18    
τῆς δὲ σοϕίας ἰδέαι καϑεστήκασιν ϕρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ σωϕροσύνη·
Verse: 19    
κυριωτάτη δὲ πάντων ϕρόνησις, ἐξ ἧς δὴ τῶν παϑῶν λογισμὸς ἐπικρατεῖ.
Verse: 20    
παϑῶν δὲ ϕύσεις εἰσὶν αἱ περιεκτικώταται δύο ἡδονή τε καὶ πόνος· τούτων δὲ ἑκάτερον καὶ περὶ τὸ σῶμα καὶ περὶ τὴν ψυχὴν πέϕυκεν.
Verse: 21    
πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παϑῶν εἰσιν ἀκολουϑίαι.
Verse: 22    
πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστιν ἐπιϑυμία, μετὰ δὲ τὴν ἡδονὴν χαρά.
Verse: 23    
πρὸ δὲ τοῦ πόνου ἐστὶν ϕόβος, μετὰ δὲ τὸν πόνον λύπη.
Verse: 24    
ϑυμὸς δὲ κοινὸν πάϑος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηϑῇ τις ὅτι αὐτῷ περιέπεσεν.
Verse: 25    
ἐν τῇ ἡδονῇ δὲ ἔνεστιν καὶ κακοήϑης διάϑεσις, πολυτροπωτάτη πάντων οὖσα τῶν παϑῶν,
Verse: 26    
καὶ τὰ μὲν ψυχῆς ἀλαζονεία καὶ ϕιλαργυρία καὶ ϕιλοδοξία καὶ ϕιλονεικία καὶ βασκανία,
Verse: 27    
κατὰ δὲ τὸ σῶμα παντοϕαγία καὶ λαιμαργία καὶ μονοϕαγία.
Verse: 28    
καϑάπερ οὖν δυεῖν τοῦ σώματος καὶ τῆς ψυχῆς ϕυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου πολλαὶ τούτων τῶν ϕυτῶν εἰσιν παραϕυάδες,
Verse: 29    
ὧν ἑκάστην παγγέωργος λογισμὸς περικαϑαίρων καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν ἠϑῶν καὶ παϑῶν ὕλας.
Verse: 30    
γὰρ λογισμὸς τῶν μὲν ἀρετῶν ἐστιν ἡγεμών, τῶν δὲ παϑῶν αὐτοκράτωρ. ᾽Επιϑεωρεῖτε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωϕροσύνης ἔργων ὅτι αὐτοδέσποτός ἐστιν τῶν παϑῶν λογισμός.
Verse: 31    
σωϕροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιϑυμιῶν,
Verse: 32    
τῶν δὲ ἐπιϑυμιῶν αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ σωματικαί, καὶ τούτων ἀμϕοτέρων ἐπικρατεῖν λογισμὸς ϕαίνεται.
Verse: 33    
ἐπεὶ πόϑεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροϕὰς ἀποστρεϕόμεϑα τὰς ἐξ αὐτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν λογισμός; ἐγὼ μὲν οἶμαι.
Verse: 34    
τοιγαροῦν ἐνύδρων ἐπιϑυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων καὶ παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεϑα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν.
Verse: 35    
ἀνέχεται γὰρ τὰ τῶν ὀρέξεων πάϑη ὑπὸ τοῦ σώϕρονος νοὸς ἀνακοπτόμενα, καὶ ϕιμοῦται πάντα τὰ τοῦ σώματος κινήματα ὑπὸ τοῦ λογισμοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.