TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 551
Previous part

Chapter: 7 
Verse: 1    Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ' Αἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσϑαι·
Verse: 2    
ἐρρώμεϑα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν κατευϑύναντος ἡμῖν τοῦ μεγάλου ϑεοῦ τὰ πράγματα, καϑὼς προαιρούμεϑα.
Verse: 3    
τῶν ϕίλων τινὲς κατὰ κακοήϑειαν πυκνότερον ἡμῖν παρακείμενοι συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ιουδαίους συναϑροίσαντας σύστημα κολάσασϑαι ξενιζούσαις ἀποστατῶν τιμωρίαις
Verse: 4    
προϕερόμενοι μηδέποτε εὐσταϑήσειν τὰ πράγματα ἡμῶν δι' ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔϑνη δυσμένειαν, μέχρι ἂν συντελεσϑῇ τοῦτο.
Verse: 5    
οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα, μᾶλλον δὲ ὡς ἐπιβούλους, ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν νόμου Σκυϑῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα.
Verse: 6    
ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι καϑ' ἣν ἔχομεν πρὸς ἅπαντας ἀνϑρώπους ἐπιείκειαν μόγις τὸ ζῆν αὐτοῖς χαρισάμενοι καὶ τὸν ἐπουράνιον ϑεὸν ἐγνωκότες ἀσϕαλῶς ὑπερησπικότα τῶν Ιουδαίων ὡς πατέρα ὑπὲρ υἱῶν διὰ παντὸς συμμαχοῦντα
Verse: 7    
τήν τε τοῦ ϕίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι δικαίως ἀπολελύκαμεν πάσης καϑ' ὁντινοῦν αἰτίας τρόπον
Verse: 8    
καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέϕειν ἐν παντὶ τόπῳ μηϑενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον.
Verse: 9    
γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρὸν ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον, οὐκ ἄνϑρωπον, ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως ϑεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπ' ἐκδικήσει τῶν πραγμάτων κατὰ πᾶν ἀϕεύκτως διὰ παντὸς ἕξομεν. ἔρρωσϑε.
Verse: 10    
Λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην οὐκ ἐσπούδασαν εὐϑέως γενέσϑαι περὶ τὴν ἄϕοδον, ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ιουδαίων τὸν ἅγιον ϑεὸν αὐϑαιρέτως παραβεβηκότας καὶ τοῦ ϑεοῦ τὸν νόμον τυχεῖν δι' αὐτῶν τῆς ὀϕειλομένης κολάσεως
Verse: 11    
προϕερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ ϑεῖα παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως πράγμασιν.
Verse: 12    
δὲ τἀληϑὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας ἔδωκεν αὐτοῖς ἄδειαν πάντων, ὅπως τοὺς παραβεβηκότας τοῦ ϑεοῦ τὸν νόμον ἐξολεϑρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τόπον μετὰ παρρησίας ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως.
Verse: 13    
τότε κατευϕημήσαντες αὐτόν, ὡς πρέπον ἦν, οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆϑος ἐπιϕωνήσαντες τὸ αλληλουια μετὰ χαρᾶς ἀνέλυσαν.
Verse: 14    
οὕτως τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεϑνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν.
Verse: 15    
ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας, ἣν καὶ ἤγαγον εὐϕροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι.
Verse: 16    
αὐτοὶ δὲ οἱ μέχρι ϑανάτου τὸν ϑεὸν ἐσχηκότες παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληϕότες ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνϑεσιν κατεστεμμένοι μετ' εὐϕροσύνης καὶ βοῆς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ ϑεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ισραηλ.
Verse: 17    
Παραγενηϑέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοϕόρον, ἐν προσέμεινεν αὐτοὺς στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά,
Verse: 18    
ἐκεῖ ἐποίησαν πότον σωτήριον τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄϕιξιν πάντα ἑκάστῳ ἕως εἰς τὴν ἰδίαν οἰκίαν.
Verse: 19    
καταχϑέντες δὲ μετ' εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν ὡσαύτως κἀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐϕροσύνους.
Verse: 20    
ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καϑιδρύσαντες ἀνέλυσαν ἀσινεῖς, ἐλεύϑεροι, ὑπερχαρεῖς, διά τε γῆς καὶ ϑαλάσσης καὶ ποταμοῦ ἀνασῳζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ, ἕκαστος εἰς τὴν ἰδίαν,
Verse: 21    
καὶ πλείστην ἔμπροσϑεν ἐν τοῖς ἐχϑροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ ϕόβου, τὸ σύνολον ὑπὸ μηδενὸς διασεισϑέντες τῶν ὑπαρχόντων.
Verse: 22    
καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραϕῆς ὥστε τοὺς ἔχοντάς τι μετὰ ϕόβου μεγίστου ἀποδοῦναι αὐτοῖς, τὰ μεγαλεῖα τοῦ μεγίστου ϑεοῦ ποιήσαντος τελείως ἐπὶ σωτηρίᾳ αὐτῶν.
Verse: 23    
εὐλογητὸς ῥύστης Ισραηλ εἰς τοὺς ἀεὶ χρόνους. αμην. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.