TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 550
Chapter: 6
Verse: 1
Ελεαζαρος
δέ
τις
ἀνὴρ
ἐπίσημος
τῶν
ἀπὸ
τῆς
χώρας
ἱερέων
,
ἐν
πρεσβείῳ
τὴν
ἡλικίαν
ἤδη
λελογχὼς
καὶ
πάσῃ
τῇ
κατὰ
τὸν
βίον
ἀρετῇ
κεκοσμημένος
,
τοὺς
περὶ
αὐτὸν
καταστείλας
πρεσβυτέρους
ἐπικαλεῖσϑαι
τὸν
ἅγιον
ϑεὸν
προσηύξατο
τάδε
Verse: 2
Βασιλεῦ
μεγαλοκράτωρ
,
ὕψιστε
παντοκράτωρ
ϑεὲ
τὴν
πᾶσαν
διακυβερνῶν
ἐν
οἰκτιρμοῖς
κτίσιν
,
Verse: 3
ἔπιδε
ἐπὶ
Αβρααμ
σπέρμα
,
ἐπὶ
ἡγιασμένου
τέκνα
Ιακωβ
,
μερίδος
ἡγιασμένης
σου
λαὸν
ἐν
ξένῃ
γῇ
ξένον
ἀδίκως
ἀπολλύμενον
,
πάτερ
.
Verse: 4
σὺ
Φαραω
πληϑύνοντα
ἅρμασιν
,
τὸν
πρὶν
Αἰγύπτου
ταύτης
δυνάστην
,
ἐπαρϑέντα
ἀνόμῳ
ϑράσει
καὶ
γλώσσῃ
μεγαλορρήμονι
,
σὺν
τῇ
ὑπερηϕάνῳ
στρατιᾷ
ποντοβρόχους
ἀπώλεσας
ϕέγγος
ἐπιϕάνας
ἐλέους
Ισραηλ
γένει
.
Verse: 5
σὺ
τὸν
ἀναριϑμήτοις
δυνάμεσιν
γαυρωϑέντα
Σενναχηριμ
,
βαρὺν
᾽Ασσυρίων
βασιλέα
,
δόρατι
τὴν
πᾶσαν
ὑποχείριον
ἤδη
λαβόντα
γῆν
καὶ
μετεωρισϑέντα
ἐπὶ
τὴν
ἁγίαν
σου
πόλιν
,
βαρέα
λαλοῦντα
κόμπῳ
καὶ
ϑράσει
σύ
,
δέσποτα
,
ἔϑραυσας
ἔκδηλον
δεικνὺς
ἔϑνεσιν
πολλοῖς
τὸ
σὸν
κράτος
.
Verse: 6
σὺ
τοὺς
κατὰ
τὴν
Βαβυλωνίαν
τρεῖς
ἑταίρους
πυρὶ
τὴν
ψυχὴν
αὐϑαιρέτως
δεδωκότας
εἰς
τὸ
μὴ
λατρεῦσαι
τοῖς
κενοῖς
διάπυρον
δροσίσας
κάμινον
ἐρρύσω
μέχρι
τριχὸς
ἀπημάντους
ϕλόγα
πᾶσιν
ἐπιπέμψας
τοῖς
ὑπεναντίοις
.
Verse: 7
σὺ
τὸν
διαβολαῖς
ϕϑόνου
λέουσι
κατὰ
γῆς
ῥιϕέντα
ϑηρσὶν
βορὰν
Δανιηλ
εἰς
ϕῶς
ἀνήγαγες
ἀσινῆ
.
Verse: 8
τόν
τε
βυϑοτρεϕοῦς
ἐν
γαστρὶ
κήτους
Ιωναν
τηκόμενον
ἀϕιδὼν
ἀπήμαντον
πᾶσιν
οἰκείοις
ἀνέδειξας
,
πάτερ
.
Verse: 9
καὶ
νῦν
,
μίσυβρι
πολυέλεε
τῶν
ὅλων
σκεπαστά
,
τὸ
τάχος
ἐπιϕάνηϑι
τοῖς
ἀπὸ
Ισραηλ
γένους
ὑπὸ
ἐβδελυγμένων
ἀνόμων
ἐϑνῶν
ὑβριζομένοις
.
Verse: 10
εἰ
δὲ
ἀσεβείαις
κατὰ
τὴν
ἀποικίαν
ὁ
βίος
ἡμῶν
ἐνέσχηται
,
ῥυσάμενος
ἡμᾶς
ἀπὸ
ἐχϑρῶν
χειρός
,
ᾧ
προαιρῇ
,
δέσποτα
,
ἀπόλεσον
ἡμᾶς
μόρῳ
.
Verse: 11
μὴ
τοῖς
ματαίοις
οἱ
ματαιόϕρονες
εὐλογησάτωσαν
ἐπὶ
τῇ
τῶν
ἠγαπημένων
σου
ἀπωλείᾳ
λέγοντες
Οὐδὲ
ὁ
ϑεὸς
αὐτῶν
ἐρρύσατο
αὐτούς
.
Verse: 12
σὺ
δέ
,
ὁ
πᾶσαν
ἀλκὴν
καὶ
δυναστείαν
ἔχων
ἅπασαν
αἰώνιε
,
νῦν
ἔπιδε
·
ἐλέησον
ἡμᾶς
τοὺς
καϑ
'
ὕβριν
ἀνόμων
ἀλόγιστον
ἐκ
τοῦ
ζῆν
μεϑισταμένους
ἐν
ἐπιβούλων
τρόπῳ
.
Verse: 13
πτηξάτω
δὲ
ἔϑνη
σὴν
δύναμιν
ἀνίκητον
σήμερον
,
ἔντιμε
δύναμιν
ἔχων
ἐπὶ
σωτηρίᾳ
Ιακωβ
γένους
.
Verse: 14
ἱκετεύει
σε
τὸ
πᾶν
πλῆϑος
τῶν
νηπίων
καὶ
οἱ
τούτων
γονεῖς
μετὰ
δακρύων
.
Verse: 15
δειχϑήτω
πᾶσιν
ἔϑνεσιν
ὅτι
μεϑ
'
ἡμῶν
εἶ
,
κύριε
,
καὶ
οὐκ
ἀπέστρεψας
τὸ
πρόσωπόν
σου
ἀϕ
'
ἡμῶν
,
ἀλλὰ
καϑὼς
εἶπας
ὅτι
Οὐδὲ
ἐν
τῇ
γῇ
τῶν
ἐχϑρῶν
αὐτῶν
ὄντων
ὑπερεῖδον
αὐτούς
,
οὕτως
ἐπιτέλεσον
,
κύριε
.
Verse: 16
Τοῦ
δὲ
Ελεαζαρου
λήγοντος
ἄρτι
τῆς
προσευχῆς
ὁ
βασιλεὺς
σὺν
τοῖς
ϑηρίοις
καὶ
παντὶ
τῷ
τῆς
δυνάμεως
ϕρυάγματι
κατὰ
τὸν
ἱππόδρομον
παρῆγεν
.
Verse: 17
καὶ
ϑεωρήσαντες
οἱ
Ιουδαῖοι
μέγα
εἰς
οὐρανὸν
ἀνέκραξαν
ὥστε
καὶ
τοὺς
παρακειμένους
αὐλῶνας
συνηχήσαντας
ἀκατάσχετον
πτόην
ποιῆσαι
παντὶ
τῷ
στρατοπέδῳ
.
Verse: 18
τότε
ὁ
μεγαλόδοξος
παντοκράτωρ
καὶ
ἀληϑινὸς
ϑεὸς
ἐπιϕάνας
τὸ
ἅγιον
αὐτοῦ
πρόσωπον
ἠνέῳξεν
τὰς
οὐρανίους
πύλας
,
ἐξ
ὧν
δεδοξασμένοι
δύο
ϕοβεροειδεῖς
ἄγγελοι
κατέβησαν
ϕανεροὶ
πᾶσιν
πλὴν
τοῖς
Ιουδαίοις
Verse: 19
καὶ
ἀντέστησαν
καὶ
τὴν
δύναμιν
τῶν
ὑπεναντίων
ἐπλήρωσαν
ταραχῆς
καὶ
δειλίας
καὶ
ἀκινήτοις
ἔδησαν
πέδαις
.
Verse: 20
καὶ
ὑπόϕρικον
καὶ
τὸ
τοῦ
βασιλέως
σῶμα
ἐγενήϑη
,
καὶ
λήϑη
τὸ
ϑράσος
αὐτοῦ
τὸ
βαρύϑυμον
ἔλαβεν
.
Verse: 21
καὶ
ἀπέστρεψαν
τὰ
ϑηρία
ἐπὶ
τὰς
συνεπομένας
ἐνόπλους
δυνάμεις
καὶ
κατεπάτουν
αὐτὰς
καὶ
ὠλέϑρευον
.
Verse: 22
Καὶ
μετεστράϕη
τοῦ
βασιλέως
ἡ
ὀργὴ
εἰς
οἶκτον
καὶ
δάκρυα
ὑπὲρ
τῶν
ἔμπροσϑεν
αὐτῷ
μεμηχανευμένων
.
Verse: 23
ἀκούσας
γὰρ
τῆς
κραυγῆς
καὶ
συνιδὼν
πρηνεῖς
ἅπαντας
εἰς
τὴν
ἀπώλειαν
δακρύσας
μετ
'
ὀργῆς
τοῖς
ϕίλοις
διηπειλεῖτο
λέγων
Verse: 24
Παραβασιλεύετε
καὶ
τυράννους
ὑπερβεβήκατε
ὠμότητι
καὶ
ἐμὲ
αὐτὸν
τὸν
ὑμῶν
εὐεργέτην
ἐπιχειρεῖτε
τῆς
ἀρχῆς
ἤδη
καὶ
τοῦ
πνεύματος
μεϑιστᾶν
λάϑρᾳ
μηχανώμενοι
τὰ
μὴ
συμϕέροντα
τῇ
βασιλείᾳ
.
Verse: 25
τίς
τοὺς
κρατήσαντας
ἡμῶν
ἐν
πίστει
τὰ
τῆς
χώρας
ὀχυρώματα
τῆς
οἰκίας
ἀποστήσας
ἕκαστον
ἀλόγως
ἤϑροισεν
ἐνϑάδε
;
Verse: 26
τίς
τοὺς
ἐξ
ἀρχῆς
εὐνοίᾳ
πρὸς
ἡμᾶς
κατὰ
πάντα
διαϕέροντας
πάντων
ἐϑνῶν
καὶ
τοὺς
χειρίστους
πλεονάκις
ἀνϑρώπων
ἐπιδεδεγμένους
κινδύνους
οὕτως
ἀϑέσμως
περιέβαλεν
αἰκίαις
;
Verse: 27
λύσατε
ἐκλύσατε
ἄδικα
δεσμά
·
εἰς
τὰ
ἴδια
μετ
'
εἰρήνης
ἐξαποστείλατε
τὰ
προπεπραγμένα
παραιτησάμενοι
.
Verse: 28
ἀπολύσατε
τοὺς
υἱοὺς
τοῦ
παντοκράτορος
ἐπουρανίου
ϑεοῦ
ζῶντος
,
ὃς
ἀϕ
'
ἡμετέρων
μέχρι
τοῦ
νῦν
προγόνων
ἀπαραπόδιστον
μετὰ
δόξης
εὐστάϑειαν
παρέχει
τοῖς
ἡμετέροις
πράγμασιν
.
Verse: 29
ὁ
μὲν
οὖν
ταῦτα
ἔλεξεν
·
οἱ
δὲ
ἐν
ἀμερεῖ
χρόνῳ
λυϑέντες
τὸν
ἅγιον
σωτῆρα
ϑεὸν
αὐτῶν
εὐλόγουν
ἄρτι
τὸν
ϑάνατον
ἐκπεϕευγότες
.
Verse: 30
Εἶτα
ὁ
βασιλεὺς
εἰς
τὴν
πόλιν
ἀπαλλαγεὶς
τὸν
ἐπὶ
τῶν
προσόδων
προσκαλεσάμενος
ἐκέλευσεν
οἴνους
τε
καὶ
τὰ
λοιπὰ
πρὸς
εὐωχίαν
ἐπιτήδεια
τοῖς
Ιουδαίοις
χορηγεῖν
ἐπὶ
ἡμέρας
ἑπτὰ
κρίνας
αὐτοὺς
ἐν
ᾧ
τόπῳ
ἔδοξαν
τὸν
ὄλεϑρον
ἀναλαμβάνειν
,
ἐν
τούτῳ
ἐν
εὐϕροσύνῃ
πάσῃ
σωτήρια
ἀγαγεῖν
.
Verse: 31
τότε
οἱ
τὸ
πρὶν
ἐπονείδιστοι
καὶ
πλησίον
τοῦ
ᾅδου
,
μᾶλλον
δὲ
ἐπ
'
αὐτῷ
βεβηκότες
ἀντὶ
πικροῦ
καὶ
δυσαιάκτου
μόρου
κώϑωνα
σωτήριον
συστησάμενοι
τὸν
εἰς
πτῶσιν
αὐτοῖς
καὶ
τάϕον
ἡτοιμασμένον
τόπον
κλισίαις
κατεμερίσαντο
πλήρεις
χαρμονῆς
.
Verse: 32
καταλήξαντες
δὲ
ϑρήνων
πανόδυρτον
μέλος
ἀνέλαβον
ᾠδὴν
πάτριον
τὸν
σωτῆρα
καὶ
τερατοποιὸν
αἰνοῦντες
ϑεόν
·
οἰμωγήν
τε
πᾶσαν
καὶ
κωκυτὸν
ἀπωσάμενοι
χοροὺς
συνίσταντο
εὐϕροσύνης
εἰρηνικῆς
σημεῖον
.
Verse: 33
ὡσαύτως
δὲ
καὶ
ὁ
βασιλεὺς
περὶ
τούτων
συμπόσιον
βαρὺ
συναγαγὼν
ἀδιαλείπτως
εἰς
οὐρανὸν
ἀνϑωμολογεῖτο
μεγαλομερῶς
ἐπὶ
τῇ
παραδόξῳ
γενηϑείσῃ
αὐτῷ
σωτηρίᾳ
.
Verse: 34
οἵ
τε
πρὶν
εἰς
ὄλεϑρον
καὶ
οἰωνοβρώτους
αὐτοὺς
ἔσεσϑαι
τιϑέμενοι
καὶ
μετὰ
χαρᾶς
ἀπογραψάμενοι
κατεστέναξαν
αἰσχύνην
ἐϕ
'
ἑαυτοῖς
περιβαλόμενοι
καὶ
τὴν
πυρόπνουν
τόλμαν
ἀκλεῶς
ἐσβεσμένοι
.
Verse: 35
οἵ
τε
Ιουδαῖοι
,
καϑὼς
προειρήκαμεν
,
συστησάμενοι
τὸν
προειρημένον
χορὸν
μετ
'
εὐωχίας
ἐν
ἐξομολογήσεσιν
ἱλαραῖς
καὶ
ψαλμοῖς
διῆγον
.
Verse: 36
καὶ
κοινὸν
ὁρισάμενοι
περὶ
τούτων
ϑεσμὸν
ἐπὶ
πᾶσαν
τὴν
παροικίαν
αὐτῶν
εἰς
γενεὰς
τὰς
προειρημένας
ἡμέρας
ἄγειν
ἔστησαν
εὐϕροσύνους
,
οὐ
πότου
χάριν
καὶ
λιχνείας
,
σωτηρίας
δὲ
τῆς
διὰ
ϑεὸν
γενομένης
αὐτοῖς
.
Verse: 37
ἐνέτυχον
δὲ
τῷ
βασιλεῖ
τὴν
ἀπόλυσιν
αὐτῶν
εἰς
τὰ
ἴδια
αἰτούμενοι
.
Verse: 38
ἀπογράϕονται
δὲ
αὐτοὺς
ἀπὸ
πέμπτης
καὶ
εἰκάδος
τοῦ
Παχων
ἕως
τῆς
τετάρτης
τοῦ
Επιϕι
ἐπὶ
ἡμέρας
τεσσαράκοντα
,
συνίστανται
δὲ
αὐτῶν
τὴν
ἀπώλειαν
ἀπὸ
πέμπτης
τοῦ
Επιϕι
ἕως
ἑβδόμης
ἡμέραις
τρισίν
,
Verse: 39
ἐν
αἷς
καὶ
μεγαλοδόξως
ἐπιϕάνας
τὸ
ἔλεος
αὐτοῦ
ὁ
τῶν
πάντων
δυνάστης
ἀπταίστους
αὐτοὺς
ἐρρύσατο
ὁμοϑυμαδόν
.
Verse: 40
εὐωχοῦντο
δὲ
πάνϑ
'
ὑπὸ
τοῦ
βασιλέως
χορηγούμενοι
μέχρι
τῆς
τεσσαρεσκαιδεκάτης
,
ἐν
ᾗ
καὶ
τὴν
ἐντυχίαν
ἐποιήσαντο
περὶ
τῆς
ἀπολύσεως
αὐτῶν
.
Verse: 41
συναινέσας
δὲ
αὐτοῖς
ὁ
βασιλεὺς
ἔγραψεν
αὐτοῖς
τὴν
ὑπογεγραμμένην
ἐπιστολὴν
πρὸς
τοὺς
κατὰ
πόλιν
στρατηγοὺς
μεγαλοψύχως
τὴν
ἐκτενίαν
ἔχουσαν
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.