TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 567
Previous part

Chapter: 16 
Verse: 1    Εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι ϑανάτου βασάνους τῶν τέκνων ὁρῶσα, ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παϑῶν εὐσεβὴς λογισμός.
Verse: 2    
ἀπέδειξα οὖν ὅτι οὐ μόνον ἄνδρες τῶν παϑῶν ἐκράτησαν, ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεϕρόνησεν.
Verse: 3    
καὶ οὐχ οὕτως οἱ περὶ Δανιηλ λέοντες ἦσαν ἄγριοι οὐδὲ Μισαηλ ἐκϕλεγομένη κάμινος λαβροτάτῳ πυρί, ὡς τῆς ϕιλοτεκνίας περιέκαιεν ἐκείνην ϕύσις ὁρῶσαν αὐτῆς οὕτως ποικίλως βασανιζομένους τοὺς ἑπτὰ υἱούς.
Verse: 4    
ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσεν τὰ τοσαῦτα καὶ τηλικαῦτα πάϑη μήτηρ.
Verse: 5    
Καὶ γὰρ τοῦτο ἐπιλογίσασϑε, ὅτι δειλόψυχος εἰ ἦν γυνὴ καίπερ μήτηρ οὖσα, ὠλοϕύρετο ἂν ἐπ' αὐτοῖς καὶ ἴσως ἂν ταῦτα εἶπεν
Verse: 6    
῏Ω μελέα ἔγωγε καὶ πολλάκις τρισαϑλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα οὐδενὸς μήτηρ γεγένημαι.
Verse: 7    
μάταιοι ἑπτὰ κυοϕορίαι καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι καὶ ἄκαρποι τιϑηνίαι καὶ ταλαίπωροι γαλακτοτροϕίαι.
Verse: 8    
μάτην δὲ ἐϕ' ὑμῖν, παῖδες, πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας ϕροντίδας ἀνατροϕῆς.
Verse: 9    
τῶν ἐμῶν παίδων οἱ μὲν ἄγαμοι, οἱ δὲ γήμαντες ἀνόνητοι· οὐκ ὄψομαι ὑμῶν τέκνα οὐδὲ μάμμη κληϑεῖσα μακαρισϑήσομαι.
Verse: 10    
πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύϑρηνος·
Verse: 11    
οὐδ' ἂν ἀποϑάνω, ϑάπτοντα τῶν υἱῶν ἕξω τινά.
Verse: 12    
᾽Αλλὰ τούτῳ τῷ ϑρήνῳ οὐδένα ὠλοϕύρετο ἱερὰ καὶ ϑεοσεβὴς μήτηρ οὐδ' ἵνα μὴ ἀποϑάνωσιν ἀπέτρεπεν αὐτῶν τινα οὐδ' ὡς ἀποϑνῃσκόντων ἐλυπήϑη,
Verse: 13    
ἀλλ' ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν καὶ εἰς ἀϑανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριϑμὸν μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν ϑάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα.
Verse: 14    
μῆτερ δι' εὐσέβειαν ϑεοῦ στρατιῶτι πρεσβῦτι καὶ γύναι, διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέϑης ἀνδρός.
Verse: 15    
καὶ γὰρ ὅτε συνελήμϕϑης μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ελεαζαρον ὁρῶσα βασανιζόμενον καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ Εβραίδι ϕωνῇ
Verse: 16    
῏Ω παῖδες, γενναῖος ἀγών, ἐϕ' ὃν κληϑέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔϑνους ἐναγωνίσασϑε προϑύμως ὑπὲρ τοῦ πατρῴου νόμου·
Verse: 17    
καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας, ὑμᾶς δὲ τοὺς νεανίσκους καταπλαγῆναι τὰς βασάνους.
Verse: 18    
ἀναμνήσϑητε ὅτι διὰ τὸν ϑεὸν τοῦ κόσμου μετελάβετε καὶ τοῦ βίου ἀπελαύσατε,
Verse: 19    
καὶ διὰ τοῦτο ὀϕείλετε πάντα πόνον ὑπομένειν διὰ τὸν ϑεόν,
Verse: 20    
δι' ὃν καὶ πατὴρ ἡμῶν Αβρααμ ἔσπευδεν τὸν ἐϑνοπάτορα υἱὸν σϕαγιάσαι Ισαακ, καὶ τὴν πατρῴαν χεῖρα ξιϕηϕόρον καταϕερομένην ἐπ' αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν.
Verse: 21    
καὶ Δανιηλ δίκαιος εἰς λέοντας ἐβλήϑη, καὶ Ανανιας καὶ Αζαριας καὶ Μισαηλ εἰς κάμινον πυρὸς ἀπεσϕενδονήϑησαν καὶ ὑπέμειναν διὰ τὸν ϑεόν.
Verse: 22    
καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν ϑεὸν ἔχοντες μὴ χαλεπαίνετε.
Verse: 23    
ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνϑίστασϑαι τοῖς πόνοις.
Verse: 24    
Διὰ τούτων τῶν λόγων ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἀποϑανεῖν ἔπεισεν μᾶλλον παραβῆναι τὴν ἐντολὴν τοῦ ϑεοῦ,
Verse: 25    
ἔτι δὲ καὶ ταῦτα εἰδότες ὅτι οἱ διὰ τὸν ϑεὸν ἀποϑνῄσκοντες ζῶσιν τῷ ϑεῷ ὥσπερ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ πάντες οἱ πατριάρχαι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.