TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 413
Previous part

Chapter: 22 
Verse: 1    Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τὸν Οχοζιαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ' αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελϑὸν ἐπ' αὐτούς, οἱ ῎Αραβες καὶ οἱ Αλιμαζονεῖς· καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ βασιλέως Ιουδα.
Verse: 2    
ὢν εἴκοσι ἐτῶν Οχοζιας ἐβασίλευσεν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοϑολια ϑυγάτηρ Αμβρι.
Verse: 3    
καὶ οὗτος ἐπορεύϑη ἐν ὁδῷ οἴκου Αχααβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν·
Verse: 4    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ὡς οἶκος Αχααβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποϑανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεϑρεῦσαι αὐτόν,
Verse: 5    
καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύϑη. καὶ ἐπορεύϑη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον ἐπὶ Αζαηλ βασιλέα Συρίας εἰς Ραμα Γαλααδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ιωραμ.
Verse: 6    
καὶ ἐπέστρεψεν Ιωραμ τοῦ ἰατρευϑῆναι εἰς Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμα ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Αζαηλ βασιλέα Συρίας· καὶ Οχοζιας υἱὸς Ιωραμ βασιλεὺς Ιουδα κατέβη ϑεάσασϑαι τὸν Ιωραμ υἱὸν Αχααβ εἰς Ιεζραελ, ὅτι ἠρρώστει.
Verse: 7    
καὶ παρὰ τοῦ ϑεοῦ ἐγένετο καταστροϕὴ Οχοζια ἐλϑεῖν πρὸς Ιωραμ· καὶ ἐν τῷ ἐλϑεῖν αὐτὸν ἐξῆλϑεν μετ' αὐτοῦ Ιωραμ πρὸς Ιου υἱὸν Ναμεσσι χριστὸν κυρίου τὸν οἶκον Αχααβ.
Verse: 8    
καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ιου τὸν οἶκον Αχααβ, καὶ εὗρεν τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς ἀδελϕοὺς Οχοζια λειτουργοῦντας τῷ Οχοζια καὶ ἀπέκτεινεν αὐτούς.
Verse: 9    
καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζιαν, καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ιου, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔϑαψαν αὐτόν, ὅτι εἶπαν Υἱὸς Ιωσαϕατ ἐστίν, ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ. καὶ οὐκ ἦν ἐν οἴκῳ Οχοζια κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.
Verse: 10    
Καὶ Γοϑολια μήτηρ Οχοζια εἶδεν ὅτι τέϑνηκεν αὐτῆς υἱός, καὶ ἠγέρϑη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ιουδα.
Verse: 11    
καὶ ἔλαβεν Ιωσαβεϑ ϑυγάτηρ τοῦ βασιλέως τὸν Ιωας υἱὸν Οχοζια καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν ϑανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροϕὸν αὐτοῦ εἰς ταμίειον τῶν κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ιωσαβεϑ ϑυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελϕὴ Οχοζιου γυνὴ Ιωδαε τοῦ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοϑολιας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.
Verse: 12    
καὶ ἦν μετ' αὐτῆς ἐν οἴκῳ τοῦ ϑεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοϑολια ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.