TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 412
Previous part

Chapter: 21 
Verse: 1    Καὶ ἐκοιμήϑη Ιωσαϕατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 2    
καὶ αὐτῷ ἀδελϕοὶ υἱοὶ Ιωσαϕατ ἕξ, Αζαριας καὶ Ιιηλ καὶ Ζαχαριας καὶ Αζαριας καὶ Μιχαηλ καὶ Σαϕατιας· πάντες οὗτοι υἱοὶ Ιωσαϕατ βασιλέως Ιουδα.
Verse: 3    
καὶ ἔδωκεν αὐτοῖς πατὴρ αὐτῶν δόματα πολλά, ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ πόλεων τετειχισμένων ἐν Ιουδα· καὶ τὴν βασιλείαν ἔδωκεν τῷ Ιωραμ, ὅτι οὗτος πρωτότοκος.
Verse: 4    
καὶ ἀνέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ἐκραταιώϑη καὶ ἀπέκτεινεν πάντας τοὺς ἀδελϕοὺς αὐτοῦ ἐν ῥομϕαίᾳ καὶ ἀπὸ τῶν ἀρχόντων Ισραηλ.
Verse: 5    
ὄντος αὐτοῦ τριάκοντα καὶ δύο ἐτῶν κατέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ.
Verse: 6    
καὶ ἐπορεύϑη ἐν ὁδῷ βασιλέων Ισραηλ, ὡς ἐποίησεν οἶκος Αχααβ, ὅτι ϑυγάτηρ Αχααβ ἦν αὐτοῦ γυνή, καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου.
Verse: 7    
καὶ οὐκ ἐβούλετο κύριος ἐξολεϑρεῦσαι τὸν οἶκον Δαυιδ διὰ τὴν διαϑήκην, ἣν διέϑετο τῷ Δαυιδ, καὶ ὡς εἶπεν αὐτῷ δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας.
Verse: 8    
ἐν ταῖς ἡμέραις ἐκείναις ἀπέστη Εδωμ ἀπὸ τοῦ Ιουδα καὶ ἐβασίλευσαν ἐϕ' ἑαυτοὺς βασιλέα.
Verse: 9    
καὶ ᾤχετο Ιωραμ μετὰ τῶν ἀρχόντων καὶ πᾶσα ἵππος μετ' αὐτοῦ· καὶ ἐγένετο καὶ ἠγέρϑη νυκτὸς καὶ ἐπάταξεν Εδωμ τὸν κυκλοῦντα αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔϕυγεν λαὸς εἰς τὰ σκηνώματα αὐτῶν.
Verse: 10    
καὶ ἀπέστη ἀπὸ Ιουδα Εδωμ ἕως τῆς ἡμέρας ταύτης· τότε ἀπέστη Λομνα ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ χειρὸς αὐτοῦ, ὅτι ἐγκατέλιπεν κύριον ϑεὸν τῶν πατέρων αὐτοῦ.
Verse: 11    
καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν πόλεσιν Ιουδα καὶ ἐξεπόρνευσεν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ καὶ ἀπεπλάνησεν τὸν Ιουδαν.
Verse: 12    
καὶ ἦλϑεν αὐτῷ ἐγγραϕὴ παρὰ Ηλιου τοῦ προϕήτου λέγων Τάδε λέγει κύριος ϑεὸς Δαυιδ τοῦ πατρός σου ᾽Ανϑ' ὧν οὐκ ἐπορεύϑης ἐν ὁδῷ Ιωσαϕατ τοῦ πατρός σου καὶ ἐν ὁδοῖς Ασα βασιλέως Ιουδα
Verse: 13    
καὶ ἐπορεύϑης ἐν ὁδοῖς βασιλέων Ισραηλ καὶ ἐξεπόρνευσας τὸν Ιουδαν καὶ τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ, ὡς ἐξεπόρνευσεν οἶκος Αχααβ, καὶ τοὺς ἀδελϕούς σου υἱοὺς τοῦ πατρός σου τοὺς ἀγαϑοὺς ὑπὲρ σὲ ἀπέκτεινας,
Verse: 14    
ἰδοὺ κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τῷ λαῷ σου καὶ ἐν τοῖς υἱοῖς σου καὶ ἐν γυναιξίν σου καὶ ἐν πάσῃ τῇ ἀποσκευῇ σου,
Verse: 15    
καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ, ἐν νόσῳ κοιλίας, ἕως οὗ ἐξέλϑῃ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας.
Verse: 16    
καὶ ἐπήγειρεν κύριος ἐπὶ Ιωραμ τοὺς ἀλλοϕύλους καὶ τοὺς ῎Αραβας καὶ τοὺς ὁμόρους τῶν Αἰϑιόπων,
Verse: 17    
καὶ ἀνέβησαν ἐπὶ Ιουδαν καὶ κατεδυνάστευον καὶ ἀπέστρεψαν πᾶσαν τὴν ἀποσκευήν, ἣν εὗρον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς ϑυγατέρας αὐτοῦ, καὶ οὐ κατελείϕϑη αὐτῷ υἱὸς ἀλλ' Οχοζιας μικρότατος τῶν υἱῶν αὐτοῦ.
Verse: 18    
καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν κύριος εἰς τὴν κοιλίαν μαλακίᾳ, ἐν οὐκ ἔστιν ἰατρεία·
Verse: 19    
καὶ ἐγένετο ἐξ ἡμερῶν εἰς ἡμέρας, καὶ ὡς ἦλϑεν καιρὸς τῶν ἡμερῶν ἡμέρας δύο, ἐξῆλϑεν κοιλία αὐτοῦ μετὰ τῆς νόσου, καὶ ἀπέϑανεν ἐν μαλακίᾳ πονηρᾷ. καὶ οὐκ ἐποίησεν λαὸς αὐτοῦ ἐκϕορὰν καϑὼς ἐκϕορὰν πατέρων αὐτοῦ.
Verse: 20    
ἦν τριάκοντα καὶ δύο ἐτῶν, ὅτε ἐβασίλευσεν, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ· καὶ ἐπορεύϑη ἐν οὐκ ἐπαίνῳ καὶ ἐτάϕη ἐν πόλει Δαυιδ καὶ οὐκ ἐν τάϕοις τῶν βασιλέων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.