TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 411
Previous part

Chapter: 20 
Verse: 1    Καὶ μετὰ ταῦτα ἦλϑον οἱ υἱοὶ Μωαβ καὶ οἱ υἱοὶ Αμμων καὶ μετ' αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ιωσαϕατ εἰς πόλεμον.
Verse: 2    
καὶ ἦλϑον καὶ ὑπέδειξαν τῷ Ιωσαϕατ λέγοντες ῞Ηκει ἐπὶ σὲ πλῆϑος πολὺ ἐκ πέραν τῆς ϑαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ασασανϑαμαρ [αὕτη ἐστὶν Ενγαδδι].
Verse: 3    
καὶ ἐϕοβήϑη καὶ ἔδωκεν Ιωσαϕατ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν κύριον καὶ ἐκήρυξεν νηστείαν ἐν παντὶ Ιουδα.
Verse: 4    
καὶ συνήχϑη Ιουδας ἐκζητῆσαι τὸν κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ιουδας ἦλϑον ζητῆσαι τὸν κύριον.
Verse: 5    
καὶ ἀνέστη Ιωσαϕατ ἐν ἐκκλησίᾳ Ιουδα ἐν Ιερουσαλημ ἐν οἴκῳ κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς
Verse: 6    
καὶ εἶπεν Κύριε ϑεὸς τῶν πατέρων ἡμῶν, οὐχὶ σὺ εἶ ϑεὸς ἐν οὐρανῷ καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐϑνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστῆναι;
Verse: 7    
οὐχὶ σὺ εἶ κύριος ἐξολεϑρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ισραηλ καὶ ἔδωκας αὐτὴν σπέρματι Αβρααμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα;
Verse: 8    
καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες
Verse: 9    
᾽Εὰν ἐπέλϑῃ ἐϕ' ἡμᾶς κακά, ῥομϕαία, κρίσις, ϑάνατος, λιμός, στησόμεϑα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεϑα πρὸς σὲ ἀπὸ τῆς ϑλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις.
Verse: 10    
καὶ νῦν ἰδοὺ υἱοὶ Αμμων καὶ Μωαβ καὶ ὄρος Σηιρ, εἰς οὓς οὐκ ἔδωκας τῷ Ισραηλ διελϑεῖν δι' αὐτῶν ἐξελϑόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπ' αὐτῶν καὶ οὐκ ἐξωλέϑρευσαν αὐτούς,
Verse: 11    
καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐϕ' ἡμᾶς ἐξελϑεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν, ἧς ἔδωκας ἡμῖν.
Verse: 12    
κύριε ϑεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆϑος τὸ πολὺ τοῦτο τὸ ἐλϑὸν ἐϕ' ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλ' ἐπὶ σοὶ οἱ ὀϕϑαλμοὶ ἡμῶν.
Verse: 13    
καὶ πᾶς Ιουδας ἑστηκὼς ἔναντι κυρίου καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες.
Verse: 14    
καὶ τῷ Οζιηλ τῷ τοῦ Ζαχαριου τῶν υἱῶν Βαναιου τῶν υἱῶν Ελεηλ τοῦ Μανϑανιου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ασαϕ, ἐγένετο ἐπ' αὐτὸν πνεῦμα κυρίου ἐν τῇ ἐκκλησίᾳ,
Verse: 15    
καὶ εἶπεν ᾽Ακούσατε, πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ βασιλεὺς Ιωσαϕατ, τάδε λέγει κύριος ὑμῖν αὐτοῖς Μὴ ϕοβεῖσϑε μηδὲ πτοηϑῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν παράταξις, ἀλλ' τῷ ϑεῷ.
Verse: 16    
αὔριον κατάβητε ἐπ' αὐτούς· ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ασας, καὶ εὑρήσετε αὐτοὺς ἐπ' ἄκρου ποταμοῦ τῆς ἐρήμου Ιεριηλ.
Verse: 17    
οὐχ ὑμῖν ἐστιν πολεμῆσαι· ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν κυρίου μεϑ' ὑμῶν, Ιουδα καὶ Ιερουσαλημ· μὴ ϕοβεῖσϑε μηδὲ πτοηϑῆτε αὔριον ἐξελϑεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ κύριος μεϑ' ὑμῶν.
Verse: 18    
καὶ κύψας Ιωσαϕατ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ ἔπεσαν ἔναντι κυρίου προσκυνῆσαι κυρίῳ.
Verse: 19    
καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Κααϑ καὶ ἀπὸ τῶν υἱῶν Κορε αἰνεῖν κυρίῳ ϑεῷ Ισραηλ ἐν ϕωνῇ μεγάλῃ εἰς ὕψος.
Verse: 20    
Καὶ ὤρϑρισαν πρωὶ καὶ ἐξῆλϑον εἰς τὴν ἔρημον Θεκωε, καὶ ἐν τῷ ἐξελϑεῖν ἔστη Ιωσαϕατ καὶ ἐβόησεν καὶ εἶπεν ᾽Ακούσατέ μου, Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ· ἐμπιστεύσατε ἐν κυρίῳ ϑεῷ ὑμῶν, καὶ ἐμπιστευϑήσεσϑε· ἐμπιστεύσατε ἐν προϕήτῃ αὐτοῦ, καὶ εὐοδωϑήσεσϑε.
Verse: 21    
καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσϑαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελϑεῖν ἔμπροσϑεν τῆς δυνάμεως, καὶ ἔλεγον ᾽Εξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 22    
καὶ ἐν τῷ ἄρξασϑαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμεῖν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελϑόντας ἐπὶ Ιουδαν, καὶ ἐτροπώϑησαν.
Verse: 23    
καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηιρ ἐξολεϑρεῦσαι καὶ ἐκτρῖψαι· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηιρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεϑρευϑῆναι.
Verse: 24    
καὶ Ιουδας ἦλϑεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψεν καὶ εἶδεν τὸ πλῆϑος, καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σῳζόμενος.
Verse: 25    
καὶ ἦλϑεν Ιωσαϕατ καὶ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιϑυμητὰ καὶ ἐσκύλευσαν ἑαυτοῖς, καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν.
Verse: 26    
καὶ τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχϑησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας, ἐκεῖ γὰρ ηὐλόγησαν τὸν κύριον· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης.
Verse: 27    
καὶ ἐπέστρεψεν πᾶς ἀνὴρ Ιουδα εἰς Ιερουσαλημ καὶ Ιωσαϕατ ἡγούμενος αὐτῶν ἐν εὐϕροσύνῃ μεγάλῃ, ὅτι εὔϕρανεν αὐτοὺς κύριος ἀπὸ τῶν ἐχϑρῶν αὐτῶν,
Verse: 28    
καὶ εἰσῆλϑον εἰς Ιερουσαλημ ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον κυρίου.
Verse: 29    
καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι ἐπολέμησεν κύριος πρὸς τοὺς ὑπεναντίους Ισραηλ.
Verse: 30    
καὶ εἰρήνευσεν βασιλεία Ιωσαϕατ, καὶ κατέπαυσεν αὐτῷ ϑεὸς αὐτοῦ κυκλόϑεν.
Verse: 31    
Καὶ ἐβασίλευσεν Ιωσαϕατ ἐπὶ τὸν Ιουδαν ἐτῶν τριάκοντα πέντε ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα ϑυγάτηρ Σαλι.
Verse: 32    
καὶ ἐπορεύϑη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ασα καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐϑὲς ἐνώπιον κυρίου·
Verse: 33    
ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν, καὶ ἔτι λαὸς οὐ κατεύϑυνεν τὴν καρδίαν πρὸς κύριον ϑεὸν τῶν πατέρων αὐτῶν.
Verse: 34    
καὶ οἱ λοιποὶ λόγοι Ιωσαϕατ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ιου τοῦ Ανανι, ὃς κατέγραψεν βιβλίον βασιλέων Ισραηλ.
Verse: 35    
Καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ιωσαϕατ βασιλεὺς Ιουδα πρὸς Οχοζιαν βασιλέα Ισραηλ [καὶ οὗτος ἠνόμησεν]
Verse: 36    
ἐν τῷ ποιῆσαι καὶ πορευϑῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευϑῆναι εἰς Θαρσις καὶ ἐποίησεν πλοῖα ἐν Γασιωνγαβερ.
Verse: 37    
καὶ ἐπροϕήτευσεν Ελιεζερ τοῦ Δωδια ἀπὸ Μαρισης ἐπὶ Ιωσαϕατ λέγων ῾Ως ἐϕιλίασας τῷ Οχοζια, ἔϑραυσεν κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου. καὶ οὐκ ἐδυνάσϑη τοῦ πορευϑῆναι εἰς Θαρσις.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.