TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 410
Previous part

Chapter: 19 
Verse: 1    Καὶ ἀπέστρεψεν Ιωσαϕατ βασιλεὺς Ιουδα εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ εἰς Ιερουσαλημ.
Verse: 2    
καὶ ἐξῆλϑεν εἰς ἀπάντησιν αὐτοῦ Ιου τοῦ Ανανι προϕήτης καὶ εἶπεν αὐτῷ Βασιλεῦ Ιωσαϕατ, εἰ ἁμαρτωλῷ σὺ βοηϑεῖς μισουμένῳ ὑπὸ κυρίου ϕιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου·
Verse: 3    
ἀλλ' λόγοι ἀγαϑοὶ ηὑρέϑησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα καὶ κατηύϑυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον.
Verse: 4    
καὶ κατῴκησεν Ιωσαϕατ ἐν Ιερουσαλημ καὶ πάλιν ἐξῆλϑεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεε ἕως ὄρους Εϕραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον ϑεὸν τῶν πατέρων αὐτῶν.
Verse: 5    
καὶ κατέστησεν κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει
Verse: 6    
καὶ εἶπεν τοῖς κριταῖς ῎Ιδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνϑρώπῳ ὑμεῖς κρίνετε, ἀλλ' τῷ κυρίῳ, καὶ μεϑ' ὑμῶν λόγοι τῆς κρίσεως·
Verse: 7    
καὶ νῦν γενέσϑω ϕόβος κυρίου ἐϕ' ὑμᾶς, καὶ ϕυλάσσετε καὶ ποιήσετε, ὅτι οὐκ ἔστιν μετὰ κυρίου ϑεοῦ ἡμῶν ἀδικία οὐδὲ ϑαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα.
Verse: 8    
καὶ γὰρ ἐν Ιερουσαλημ κατέστησεν Ιωσαϕατ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν πατριαρχῶν Ισραηλ εἰς κρίσιν κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ιερουσαλημ.
Verse: 9    
καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων Οὕτως ποιήσετε ἐν ϕόβῳ κυρίου, ἐν ἀληϑείᾳ καὶ ἐν πλήρει καρδίᾳ·
Verse: 10    
πᾶς ἀνὴρ κρίσιν τὴν ἐλϑοῦσαν ἐϕ' ὑμᾶς τῶν ἀδελϕῶν ὑμῶν τῶν κατοικούντων ἐν ταῖς πόλεσιν αὐτῶν ἀνὰ μέσον αἵματος αἷμα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελεῖσϑε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐϕ' ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελϕοὺς ὑμῶν· οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσϑε.
Verse: 11    
καὶ ἰδοὺ Αμαριας ἱερεὺς ἡγούμενος ἐϕ' ὑμᾶς εἰς πᾶν λόγον κυρίου καὶ Ζαβδιας υἱὸς Ισμαηλ ἡγούμενος εἰς οἶκον Ιουδα πρὸς πᾶν λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται κύριος μετὰ τοῦ ἀγαϑοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.