TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 414
Previous part

Chapter: 23 
Verse: 1    Καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἐκραταίωσεν Ιωδαε καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους, τὸν Αζαριαν υἱὸν Ιωραμ καὶ τὸν Ισμαηλ υἱὸν Ιωαναν καὶ τὸν Αζαριαν υἱὸν Ωβηδ καὶ τὸν Μαασαιαν υἱὸν Αδαια καὶ τὸν Ελισαϕαν υἱὸν Ζαχαρια, μετ' αὐτοῦ εἰς οἶκον.
Verse: 2    
καὶ ἐκύκλωσαν τὸν Ιουδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ιουδα καὶ ἄρχοντας πατριῶν τοῦ Ισραηλ, καὶ ἦλϑον εἰς Ιερουσαλημ.
Verse: 3    
καὶ διέϑεντο πᾶσα ἐκκλησία Ιουδα διαϑήκην ἐν οἴκῳ τοῦ ϑεοῦ μετὰ τοῦ βασιλέως, καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς ᾽Ιδοὺ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καϑὼς ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Δαυιδ.
Verse: 4    
νῦν λόγος οὗτος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσϑωσαν τὸ σάββατον, τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ εἰς τὰς πύλας τῶν εἰσόδων,
Verse: 5    
καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς λαὸς ἐν αὐλαῖς οἴκου κυρίου.
Verse: 6    
καὶ μὴ εἰσελϑέτω εἰς οἶκον κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν· αὐτοὶ εἰσελεύσονται, ὅτι ἅγιοί εἰσιν, καὶ πᾶς λαὸς ϕυλασσέτω ϕυλακὰς κυρίου.
Verse: 7    
καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ, ἀνδρὸς σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποϑανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως εἰσπορευομένου καὶ ἐκπορευομένου.
Verse: 8    
καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ιουδα κατὰ πάντα, ὅσα ἐνετείλατο Ιωδαε ἱερεύς, καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ' ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν Ιωδαε τὰς ἐϕημερίας.
Verse: 9    
καὶ ἔδωκεν τὰς μαχαίρας καὶ τοὺς ϑυρεοὺς καὶ τὰ ὅπλα, ἦν τοῦ βασιλέως Δαυιδ, ἐν οἴκῳ τοῦ ϑεοῦ.
Verse: 10    
καὶ ἔστησεν πάντα τὸν λαόν, ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ ϑυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.
Verse: 11    
καὶ ἐξήγαγεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια, καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ιωδαε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ εἶπαν Ζήτω βασιλεύς.
Verse: 12    
καὶ ἤκουσεν Γοϑολια τὴν ϕωνὴν τοῦ λαοῦ τῶν τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα καὶ εἰσῆλϑεν πρὸς τὸν βασιλέα εἰς οἶκον κυρίου.
Verse: 13    
καὶ εἶδεν καὶ ἰδοὺ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες περὶ τὸν βασιλέα, καὶ πᾶς λαὸς ηὐϕράνϑη καὶ ἐσάλπισαν ἐν ταῖς σάλπιγξιν καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ καὶ ὑμνοῦντες αἶνον· καὶ διέρρηξεν Γοϑολια τὴν στολὴν αὐτῆς καὶ ἐβόησεν καὶ εἶπεν ᾽Επιτιϑέμενοι ἐπιτίϑεσϑε.
Verse: 14    
καὶ ἐξῆλϑεν Ιωδαε ἱερεύς, καὶ ἐνετείλατο Ιωδαε ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς ᾽Εκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου καὶ εἰσέλϑατε ὀπίσω αὐτῆς, καὶ ἀποϑανέτω μαχαίρᾳ· ὅτι εἶπεν ἱερεύς Μὴ ἀποϑανέτω ἐν οἴκῳ κυρίου.
Verse: 15    
καὶ ἔδωκαν αὐτῇ ἄνεσιν, καὶ διῆλϑεν διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐϑανάτωσαν αὐτὴν ἐκεῖ.
Verse: 16    
καὶ διέϑετο Ιωδαε διαϑήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως εἶναι λαὸν τῷ κυρίῳ.
Verse: 17    
καὶ εἰσῆλϑεν πᾶς λαὸς τῆς γῆς εἰς οἶκον Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ ϑυσιαστήρια καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματϑαν ἱερέα τῆς Βααλ ἐϑανάτωσαν ἐναντίον τῶν ϑυσιαστηρίων αὐτοῦ.
Verse: 18    
καὶ ἐνεχείρησεν Ιωδαε ἱερεὺς τὰ ἔργα οἴκου κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν καὶ ἀνέστησεν τὰς ἐϕημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ἃς διέστειλεν Δαυιδ ἐπὶ τὸν οἶκον κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα κυρίῳ, καϑὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐϕροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυιδ.
Verse: 19    
καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάϑαρτος εἰς πᾶν πρᾶγμα.
Verse: 20    
καὶ ἔλαβεν τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ ἀνεβίβασαν τὸν βασιλέα εἰς οἶκον κυρίου, καὶ εἰσῆλϑεν διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐκάϑισαν τὸν βασιλέα ἐπὶ τὸν ϑρόνον τῆς βασιλείας.
Verse: 21    
καὶ ηὐϕράνϑη πᾶς λαὸς τῆς γῆς, καὶ πόλις ἡσύχασεν· καὶ τὴν Γοϑολιαν ἐϑανάτωσαν μαχαίρᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.