TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 324
Previous part

Chapter: 9 
Verse: 1    Καὶ ἐγενήϑη ὡς συνετέλεσεν Σαλωμων οἰκοδομεῖν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμων, ὅσα ἠϑέλησεν ποιῆσαι,
Verse: 2    
καὶ ὤϕϑη κύριος τῷ Σαλωμων δεύτερον, καϑὼς ὤϕϑη ἐν Γαβαων,
Verse: 3    
καὶ εἶπεν πρὸς αὐτὸν κύριος ῎Ηκουσα τῆς ϕωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήϑης ἐνώπιον ἐμοῦ· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας, τοῦ ϑέσϑαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀϕϑαλμοί μου ἐκεῖ καὶ καρδία μου πάσας τὰς ἡμέρας.
Verse: 4    
καὶ σὺ ἐὰν πορευϑῇς ἐνώπιον ἐμοῦ, καϑὼς ἐπορεύϑη Δαυιδ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐϑύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου ϕυλάξῃς,
Verse: 5    
καὶ ἀναστήσω τὸν ϑρόνον τῆς βασιλείας σου ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα, καϑὼς ἐλάλησα τῷ Δαυιδ πατρί σου λέγων Οὐκ ἐξαρϑήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ.
Verse: 6    
ἐὰν δὲ ἀποστραϕέντες ἀποστραϕῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ' ἐμοῦ καὶ μὴ ϕυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἔδωκεν Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευϑῆτε καὶ δουλεύσητε ϑεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
Verse: 7    
καὶ ἐξαρῶ τὸν Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου, καὶ ἔσται Ισραηλ εἰς ἀϕανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς.
Verse: 8    
καὶ οἶκος οὗτος ὑψηλός, πᾶς διαπορευόμενος δι' αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν ῞Ενεκα τίνος ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ;
Verse: 9    
καὶ ἐροῦσιν ᾽Ανϑ' ὧν ἐγκατέλιπον κύριον ϑεὸν αὐτῶν, ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο ϑεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν κύριος ἐπ' αὐτοὺς τὴν κακίαν ταύτην.
Verse: 9a    
Τότε ἀνήγαγεν Σαλωμων τὴν ϑυγατέρα Φαραω ἐκ πόλεως Δαυιδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις.
Verse: 10    
Εἴκοσι ἔτη, ἐν οἷς ᾠκοδόμησεν Σαλωμων τοὺς δύο οἴκους, τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως,
Verse: 11    
Χιραμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμων ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ ϑελήματι αὐτοῦ. τότε ἔδωκεν βασιλεὺς τῷ Χιραμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ.
Verse: 12    
καὶ ἐξῆλϑεν Χιραμ ἐκ Τύρου καὶ ἐπορεύϑη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις, ἃς ἔδωκεν αὐτῷ Σαλωμων, καὶ οὐκ ἤρεσαν αὐτῷ·
Verse: 13    
καὶ εἶπεν Τί αἱ πόλεις αὗται, ἃς ἔδωκάς μοι, ἀδελϕέ; καὶ ἐκάλεσεν αὐτάς ῞Οριον ἕως τῆς ἡμέρας ταύτης.
Verse: 14    
καὶ ἤνεγκεν Χιραμ τῷ Σαλωμων ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου
Verse: 26    
καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν βασιλεὺς Σαλωμων ἐν Γασιωνγαβερ τὴν οὖσαν ἐχομένην Αιλαϑ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης ϑαλάσσης ἐν γῇ Εδωμ.
Verse: 27    
καὶ ἀπέστειλεν Χιραμ ἐν τῇ νηὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας ϑάλασσαν μετὰ τῶν παίδων Σαλωμων.
Verse: 28    
καὶ ἦλϑον εἰς Σωϕηρα καὶ ἔλαβον ἐκεῖϑεν χρυσίου ἑκατὸν καὶ εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.