TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 323
Previous part

Chapter: 8 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ συντελέσαι Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ μετὰ εἴκοσι ἔτη, τότε ἐξεκκλησίασεν βασιλεὺς Σαλωμων πάντας τοὺς πρεσβυτέρους Ισραηλ ἐν Σιων τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαϑήκης κυρίου ἐκ πόλεως Δαυιδ [αὕτη ἐστὶν Σιων]
Verse: 2    
ἐν μηνὶ Αϑανιν.
Verse: 3    
καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν
Verse: 4    
καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου,
Verse: 5    
καὶ βασιλεὺς καὶ πᾶς Ισραηλ ἔμπροσϑεν τῆς κιβωτοῦ ϑύοντες πρόβατα καὶ βόας ἀναρίϑμητα.
Verse: 6    
καὶ εἰσϕέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν χερουβιν·
Verse: 7    
ὅτι τὰ χερουβιν διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωϑεν,
Verse: 8    
καὶ ὑπερεῖχον τὰ ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεϕαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ καὶ οὐκ ὠπτάνοντο ἔξω.
Verse: 9    
οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίϑιναι, πλάκες τῆς διαϑήκης, ἃς ἔϑηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρηβ, διέϑετο κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐκπορεύεσϑαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
Verse: 10    
καὶ ἐγένετο ὡς ἐξῆλϑον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ νεϕέλη ἔπλησεν τὸν οἶκον·
Verse: 11    
καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεϕέλης, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον.
Verse: 14    
Καὶ ἀπέστρεψεν βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν βασιλεὺς πάντα Ισραηλ, καὶ πᾶσα ἐκκλησία Ισραηλ εἱστήκει.
Verse: 15    
καὶ εἶπεν Εὐλογητὸς κύριος ϑεὸς Ισραηλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων
Verse: 16    
᾽Αϕ' ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ισραηλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ εἶναι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην τὸν Δαυιδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ισραηλ.
Verse: 17    
καὶ ἐγένετο ἐπὶ τῆς καρδίας Δαυιδ τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ.
Verse: 18    
καὶ εἶπεν κύριος πρὸς Δαυιδ τὸν πατέρα μου ᾽Ανϑ' ὧν ἦλϑεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήϑη ἐπὶ τὴν καρδίαν σου·
Verse: 19    
πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλ' υἱός σου ἐξελϑὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
Verse: 20    
καὶ ἀνέστησεν κύριος τὸ ῥῆμα αὐτοῦ, ἐλάλησεν, καὶ ἀνέστην ἀντὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐκάϑισα ἐπὶ τοῦ ϑρόνου Ισραηλ, καϑὼς ἐλάλησεν κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ.
Verse: 21    
καὶ ἐϑέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ἐστιν ἐκεῖ διαϑήκη κυρίου, ἣν διέϑετο κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
Verse: 22    
Καὶ ἔστη Σαλωμων κατὰ πρόσωπον τοῦ ϑυσιαστηρίου κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν
Verse: 23    
καὶ εἶπεν Κύριε ϑεὸς Ισραηλ, οὐκ ἔστιν ὡς σὺ ϑεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω ϕυλάσσων διαϑήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ,
Verse: 24    
ἐϕύλαξας τῷ δούλῳ σου Δαυιδ τῷ πατρί μου καὶ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡμέρα αὕτη.
Verse: 25    
καὶ νῦν, κύριε ϑεὸς Ισραηλ, ϕύλαξον τῷ δούλῳ σου τῷ Δαυιδ τῷ πατρί μου ἐλάλησας αὐτῷ λέγων Οὐκ ἐξαρϑήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καϑήμενος ἐπὶ ϑρόνου Ισραηλ, πλὴν ἐὰν ϕυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσϑαι ἐνώπιον ἐμοῦ, καϑὼς ἐπορεύϑης ἐνώπιον ἐμοῦ.
Verse: 26    
καὶ νῦν, κύριε ϑεὸς Ισραηλ, πιστωϑήτω δὴ τὸ ῥῆμά σου τῷ Δαυιδ τῷ πατρί μου.
Verse: 27    
ὅτι εἰ ἀληϑῶς κατοικήσει ϑεὸς μετὰ ἀνϑρώπων ἐπὶ τῆς γῆς; εἰ οὐρανὸς καὶ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι, πλὴν καὶ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου;
Verse: 28    
καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, κύριε ϑεὸς Ισραηλ, ἀκούειν τῆς τέρψεως, ἧς δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον,
Verse: 29    
τοῦ εἶναι ὀϕϑαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας ῎Εσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός.
Verse: 30    
καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ισραηλ, ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ.
Verse: 31    
ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ' αὐτὸν ἀρὰν τοῦ ἀρᾶσϑαι αὐτόν, καὶ ἔλϑῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ ϑυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ,
Verse: 32    
καὶ σὺ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου Ισραηλ ἀνομηϑῆναι ἄνομον δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεϕαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.
Verse: 33    
ἐν τῷ πταῖσαι τὸν λαόν σου Ισραηλ ἐνώπιον ἐχϑρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσιν καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηϑήσονται ἐν τῷ οἴκῳ τούτῳ,
Verse: 34    
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν.
Verse: 35    
ἐν τῷ συσχεϑῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσϑαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσῃς αὐτούς,
Verse: 36    
καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ισραηλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαϑὴν πορεύεσϑαι ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν, ἣν ἔδωκας τῷ λαῷ σου ἐν κληρονομίᾳ.
Verse: 37    
λιμὸς ἐὰν γένηται, ϑάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν ϑλίψῃ αὐτὸν ἐχϑρὸς αὐτοῦ ἐν μιᾷ τῶν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πᾶν πόνον,
Verse: 38    
πᾶσαν προσευχήν, πᾶσαν δέησιν, ἐὰν γένηται παντὶ ἀνϑρώπῳ, ὡς ἂν γνῶσιν ἕκαστος ἁϕὴν καρδίας αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,
Verse: 39    
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καϑὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνϑρώπων,
Verse: 40    
ὅπως ϕοβῶνταί σε πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.
Verse: 41    
καὶ τῷ ἀλλοτρίῳ, ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οὗτος,
Verse: 42    
καὶ ἥξουσιν καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον,
Verse: 43    
καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τὸ ὄνομά σου καὶ ϕοβῶνταί σε καϑὼς λαός σου Ισραηλ καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.
Verse: 44    
ὅτι ἐξελεύσεται λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχϑροὺς αὐτοῦ ἐν ὁδῷ, ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
Verse: 45    
καὶ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς.
Verse: 46    
ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔστιν ἄνϑρωπος, ὃς οὐχ ἁμαρτήσεται καὶ ἐπάξεις ἐπ' αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχϑρῶν καὶ αἰχμαλωτιοῦσιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς,
Verse: 47    
καὶ ἐπιστρέψουσιν καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχϑησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν καὶ δεηϑῶσίν σου ἐν γῇ μετοικίας αὐτῶν λέγοντες ῾Ημάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν,
Verse: 48    
καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχϑρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,
Verse: 49    
καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου
Verse: 50    
καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀϑετήματα αὐτῶν, ἠϑέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτιρήσουσιν αὐτούς·
Verse: 51    
ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου.
Verse: 52    
καὶ ἔστωσαν οἱ ὀϕϑαλμοί σου καὶ τὰ ὦτά σου ἠνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ισραηλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν, οἷς ἂν ἐπικαλέσωνταί σε,
Verse: 53    
ὅτι σὺ διέστειλας αὐτοὺς σαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καϑὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, κύριε κύριε.
Verse: 53a    
Τότε ἐλάλησεν Σαλωμων ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσεν τοῦ οἰκοδομῆσαι αὐτόν ῞Ηλιον ἐγνώρισεν ἐν οὐρανῷ κύριος, εἶπεν τοῦ κατοικεῖν ἐν γνόϕῳ Οἰκοδόμησον οἶκόν μου, οἶκον ἐκπρεπῆ σαυτῷ, τοῦ κατοικεῖν ἐπὶ καινότητος. οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;
Verse: 54    
Καὶ ἐγένετο ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος πρὸς κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ ϑυσιαστηρίου κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν.
Verse: 55    
καὶ ἔστη καὶ εὐλόγησεν πᾶσαν ἐκκλησίαν Ισραηλ ϕωνῇ μεγάλῃ λέγων
Verse: 56    
Εὐλογητὸς κύριος σήμερον, ὃς ἔδωκεν κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ισραηλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεϕώνησεν λόγος εἷς ἐν πᾶσιν τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαϑοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ Μωυσῆ δούλου αὐτοῦ.
Verse: 57    
γένοιτο κύριος ϑεὸς ἡμῶν μεϑ' ἡμῶν, καϑὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς
Verse: 58    
ἐπικλῖναι καρδίας ἡμῶν πρὸς αὐτὸν τοῦ πορεύεσϑαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ ϕυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ προστάγματα αὐτοῦ, ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.
Verse: 59    
καὶ ἔστωσαν οἱ λόγοι οὗτοι, οὓς δεδέημαι ἐνώπιον κυρίου ϑεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς κύριον ϑεὸν ἡμῶν ἡμέρας καὶ νυκτὸς τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ σου Ισραηλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ,
Verse: 60    
ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς ὅτι κύριος ϑεός, αὐτὸς ϑεὸς καὶ οὐκ ἔστιν ἔτι.
Verse: 61    
καὶ ἔστωσαν αἱ καρδίαι ἡμῶν τέλειαι πρὸς κύριον ϑεὸν ἡμῶν καὶ ὁσίως πορεύεσϑαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ϕυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡμέρα αὕτη.
Verse: 62    
Καὶ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἔϑυσαν ϑυσίαν ἐνώπιον κυρίου.
Verse: 63    
καὶ ἔϑυσεν βασιλεὺς Σαλωμων τὰς ϑυσίας τῶν εἰρηνικῶν, ἃς ἔϑυσεν τῷ κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισεν τὸν οἶκον κυρίου βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ.
Verse: 64    
τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς ϑυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ ϑυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον κυρίου μικρὸν τοῦ μὴ δύνασϑαι τὴν ὁλοκαύτωσιν καὶ τὰς ϑυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν.
Verse: 65    
καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πᾶς Ισραηλ μετ' αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ημαϑ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον κυρίου ϑεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾠκοδόμησεν, ἐσϑίων καὶ πίνων καὶ εὐϕραινόμενος ἐνώπιον κυρίου ϑεοῦ ἡμῶν ἑπτὰ ἡμέρας.
Verse: 66    
καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλεν τὸν λαὸν καὶ εὐλόγησεν αὐτόν, καὶ ἀπῆλϑον ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαϑῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαϑοῖς, οἷς ἐποίησεν κύριος τῷ Δαυιδ δούλῳ αὐτοῦ καὶ τῷ Ισραηλ λαῷ αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.