TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 322
Previous part

Chapter: 7 
Verse: 1a    Καὶ ἀπέστειλεν βασιλεὺς Σαλωμων καὶ ἔλαβεν τὸν Χιραμ ἐκ Τύρου,
Verse: 2    
υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς ϕυλῆς Νεϕϑαλι, καὶ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσήχϑη πρὸς τὸν βασιλέα Σαλωμων καὶ ἐποίησεν πάντα τὰ ἔργα.
Verse: 3    
καὶ ἐχώνευσεν τοὺς δύο στύλους τῷ αιλαμ τοῦ οἴκου, ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου, καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν, καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα, καὶ οὕτως στῦλος δεύτερος.
Verse: 4    
καὶ δύο ἐπιϑέματα ἐποίησεν δοῦναι ἐπὶ τὰς κεϕαλὰς τῶν στύλων, χωνευτὰ χαλκᾶ· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιϑέματος τοῦ ἑνός, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιϑέματος τοῦ δευτέρου.
Verse: 5    
καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίϑεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιϑέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιϑέματι τῷ δευτέρῳ.
Verse: 6    
καὶ ἔργον κρεμαστόν, δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησεν τῷ ἐπιϑέματι τῷ δευτέρῳ.
Verse: 7    
καὶ ἔστησεν τοὺς στύλους τοῦ αιλαμ τοῦ ναοῦ· καὶ ἔστησεν τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιαχουμ· καὶ ἔστησεν τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Βααζ.
Verse: 8    
καὶ ἐπὶ τῶν κεϕαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αιλαμ τεσσάρων πηχῶν.
Verse: 9    
καὶ μέλαϑρον ἐπ' ἀμϕοτέρων τῶν στύλων, καὶ ἐπάνωϑεν τῶν πλευρῶν ἐπίϑεμα τὸ μέλαϑρον τῷ πάχει.
Verse: 10    
Καὶ ἐποίησεν τὴν ϑάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν.
Verse: 11    
καὶ ὑποστηρίγματα ὑποκάτωϑεν τοῦ χείλους αὐτῆς κυκλόϑεν ἐκύκλουν αὐτήν, δέκα ἐν πήχει κυκλόϑεν, ἀνιστᾶν τὴν ϑάλασσαν.
Verse: 12    
καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής.
Verse: 13    
καὶ δώδεκα βόες ὑποκάτω τῆς ϑαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες ϑάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν, καὶ πάντα τὰ ὀπίσϑια εἰς τὸν οἶκον, καὶ ϑάλασσα ἐπ' αὐτῶν ἐπάνωϑεν.
Verse: 14    
Καὶ ἐποίησεν δέκα μεχωνωϑ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνωϑ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς.
Verse: 15    
καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνωϑ· σύγκλειστον αὐτοῖς, καὶ σύγκλειστον ἀνὰ μέσον τῶν ἐξεχομένων.
Verse: 16    
καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβιν, καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως· καὶ ἐπάνωϑεν καὶ ὑποκάτωϑεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως.
Verse: 17    
καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνωϑ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ, καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων.
Verse: 18    
καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνωϑ, καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους.
Verse: 19    
καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ πραγματεία αὐτῶν, τὰ πάντα χωνευτά.
Verse: 20    
αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνωϑ τῆς μιᾶς, ἐκ τῆς μεχωνωϑ οἱ ὦμοι αὐτῆς.
Verse: 21    
καὶ ἐπὶ τῆς κεϕαλῆς τῆς μεχωνωϑ ἥμισυ τοῦ πήχεος μέγεϑος στρογγύλον κύκλῳ ἐπὶ τῆς κεϕαλῆς τῆς μεχωνωϑ, καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς, καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς.
Verse: 22    
καὶ τὰ συγκλείσματα αὐτῆς χερουβιν καὶ λέοντες καὶ ϕοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόϑεν.
Verse: 23    
κατ' αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνωϑ, τάξιν μίαν καὶ μέτρον ἓν πάσαις.
Verse: 24    
καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει· χυτρόκαυλος εἷς ἐπὶ τῆς μεχωνωϑ τῆς μιᾶς ταῖς δέκα μεχωνωϑ.
Verse: 25    
καὶ ἔϑετο τὰς δέκα μεχωνωϑ, πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ϑάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ' ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου.
Verse: 26    
Καὶ ἐποίησεν Χιραμ τοὺς λέβητας καὶ τὰς ϑερμάστρεις καὶ τὰς ϕιάλας, καὶ συνετέλεσεν Χιραμ ποιῶν πάντα τὰ ἔργα, ἐποίησεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ κυρίου,
Verse: 27    
στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεϕαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμϕότερα τὰ στρεπτὰ τῶν γλυϕῶν τὰ ὄντα ἐπὶ τῶν στύλων,
Verse: 28    
τὰς ῥόας τετρακοσίας ἀμϕοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμϕότερα τὰ στρεπτὰ ἐπ' ἀμϕοτέροις τοῖς στύλοις,
Verse: 29    
καὶ τὰς μεχωνωϑ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνωϑ
Verse: 30    
καὶ τὴν ϑάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς ϑαλάσσης
Verse: 31    
καὶ τοὺς λέβητας καὶ τὰς ϑερμάστρεις καὶ τὰς ϕιάλας καὶ πάντα τὰ σκεύη, ἐποίησεν Χιραμ τῷ βασιλεῖ Σαλωμων τῷ οἴκῳ κυρίου· καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου κυρίου. πάντα τὰ ἔργα τοῦ βασιλέως, ἐποίησεν Χιραμ, χαλκᾶ ἄρδην·
Verse: 32    
οὐκ ἦν σταϑμὸς τοῦ χαλκοῦ, οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα, ἐκ πλήϑους σϕόδρα· οὐκ ἦν τέρμα τῷ σταϑμῷ τοῦ χαλκοῦ.
Verse: 33    
ἐν τῷ περιοίκῳ τοῦ Ιορδάνου ἐχώνευσεν αὐτὰ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἀνὰ μέσον Σοκχωϑ καὶ ἀνὰ μέσον Σιρα.
Verse: 34    
Καὶ ἔδωκεν βασιλεὺς Σαλωμων τὰ σκεύη, ἐποίησεν, ἐν οἴκῳ κυρίου, τὸ ϑυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν τράπεζαν, ἐϕ' ἧς οἱ ἄρτοι τῆς προσϕορᾶς, χρυσῆν,
Verse: 35    
καὶ τὰς λυχνίας, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν κατὰ πρόσωπον τοῦ δαβιρ, χρυσᾶς συγκλειομένας, καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσᾶς
Verse: 36    
καὶ τὰ πρόϑυρα καὶ οἱ ἧλοι καὶ αἱ ϕιάλαι καὶ τὰ τρύβλια καὶ αἱ ϑυίσκαι χρυσαῖ, σύγκλειστα, καὶ τὰ ϑυρώματα τῶν ϑυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου, ἁγίου τῶν ἁγίων, καὶ τὰς ϑύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς.
Verse: 37    
καὶ ἀνεπληρώϑη πᾶν τὸ ἔργον, ἐποίησεν Σαλωμων οἴκου κυρίου, καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμων, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη, ἔδωκεν εἰς τοὺς ϑησαυροὺς οἴκου κυρίου.
Verse: 38    
Καὶ τὸν οἶκον αὐτοῦ ᾠκοδόμησεν Σαλωμων τρισκαίδεκα ἔτεσιν.
Verse: 39    
καὶ ᾠκοδόμησεν τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις.
Verse: 40    
καὶ ἐϕάτνωσεν τὸν οἶκον ἄνωϑεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων, καὶ ἀριϑμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε, δέκα καὶ πέντε στίχος·
Verse: 41    
καὶ μέλαϑρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς·
Verse: 42    
καὶ πάντα τὰ ϑυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαϑρωμέναι καὶ ἀπὸ τοῦ ϑυρώματος ἐπὶ ϑύραν τρισσῶς.
Verse: 43    
καὶ τὸ αιλαμ τῶν στύλων πεντήκοντα πηχῶν μῆκος καὶ τριάκοντα ἐν πλάτει, ἐζυγωμένα, αιλαμ ἐπὶ πρόσωπον αὐτῶν, καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αιλαμμιν.
Verse: 44    
καὶ τὸ αιλαμ τῶν ϑρόνων, οὗ κρινεῖ ἐκεῖ, αιλαμ τοῦ κριτηρίου.
Verse: 45    
καὶ οἶκος αὐτῷ, ἐν καϑήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ ϑυγατρὶ Φαραω, ἣν ἔλαβεν Σαλωμων, κατὰ τὸ αιλαμ τοῦτο.
Verse: 46    
πάντα ταῦτα ἐκ λίϑων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωϑεν καὶ ἐκ τοῦ ϑεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωϑεν εἰς τὴν αὐλὴν τὴν μεγάλην
Verse: 47    
τὴν τεϑεμελιωμένην ἐν τιμίοις λίϑοις μεγάλοις, λίϑοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν,
Verse: 48    
καὶ ἐπάνωϑεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις.
Verse: 49    
τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου.
Verse: 50    
καὶ συνετέλεσεν Σαλωμων ὅλον τὸν οἶκον αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.