TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 321
Previous part

Chapter: 6 
Verse: 1    Καὶ ἐγενήϑη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ισραηλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμων ἐπὶ Ισραηλ,
Verse: 1a    
καὶ ἐνετείλατο βασιλεὺς καὶ αἴρουσιν λίϑους μεγάλους τιμίους εἰς τὸν ϑεμέλιον τοῦ οἴκου καὶ λίϑους ἀπελεκήτους·
Verse: 1b    
καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμων καὶ οἱ υἱοὶ Χιραμ καὶ ἔβαλαν αὐτούς.
Verse: 1c    
ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐϑεμελίωσεν τὸν οἶκον κυρίου ἐν μηνὶ Νισω τῷ δευτέρῳ μηνί·
Verse: 1d    
ἐν ἑνδεκάτῳ ἐνιαυτῷ ἐν μηνὶ Βααλ [οὗτος μὴν ὄγδοος] συνετελέσϑη οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ.
Verse: 2    
καὶ οἶκος, ὃν ᾠκοδόμησεν βασιλεὺς Σαλωμων τῷ κυρίῳ, τεσσαράκοντα πήχεων μῆκος αὐτοῦ καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτοῦ.
Verse: 3    
καὶ τὸ αιλαμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσι ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτοῦ κατὰ πρόσωπον τοῦ οἴκου. καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν.
Verse: 4    
καὶ ἐποίησεν τῷ οἴκῳ ϑυρίδας παρακυπτομένας κρυπτάς.
Verse: 5    
καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαϑρα κυκλόϑεν τῷ ναῷ καὶ τῷ δαβιρ καὶ ἐποίησεν πλευρὰς κυκλόϑεν.
Verse: 6    
πλευρὰ ὑποκάτω πέντε πήχεων τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκεν τῷ οἴκῳ κυκλόϑεν ἔξωϑεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου.
Verse: 7    
καὶ οἶκος ἐν τῷ οἰκοδομεῖσϑαι αὐτὸν λίϑοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήϑη, καὶ σϕῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσϑη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσϑαι αὐτόν.
Verse: 8    
καὶ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωϑεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροϕα.
Verse: 9    
καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάϑμησεν τὸν οἶκον κέδροις.
Verse: 10    
καὶ ᾠκοδόμησεν τοὺς ἐνδέσμους δι' ὅλου τοῦ οἴκου, πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχεν τὸν ἔνδεσμον ἐν ξύλοις κεδρίνοις.
Verse: 15    
Καὶ ᾠκοδόμησεν τοὺς τοίχους τοῦ οἴκου διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάϕους τοῦ οἴκου καὶ ἕως τῶν δοκῶν καὶ ἕως τῶν τοίχων· ἐκοιλοστάϑμησεν συνεχόμενα ξύλοις ἔσωϑεν καὶ περιέσχεν τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις.
Verse: 16    
καὶ ᾠκοδόμησεν τοὺς εἴκοσι πήχεις ἀπ' ἄκρου τοῦ οἴκου, τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάϕους ἕως τῶν δοκῶν, καὶ ἐποίησεν ἐκ τοῦ δαβιρ εἰς τὸ ἅγιον τῶν ἁγίων.
Verse: 17    
καὶ τεσσαράκοντα πηχῶν ἦν ναὸς κατὰ πρόσωπον
Verse: 19    
τοῦ δαβιρ ἐν μέσῳ τοῦ οἴκου ἔσωϑεν δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαϑήκης κυρίου.
Verse: 20    
εἴκοσι πήχεις μῆκος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ, καὶ περιέσχεν αὐτὸν χρυσίῳ συγκεκλεισμένῳ. καὶ ἐποίησεν ϑυσιαστήριον
Verse: 21    
κατὰ πρόσωπον τοῦ δαβιρ καὶ περιέσχεν αὐτὸ χρυσίῳ.
Verse: 22    
καὶ ὅλον τὸν οἶκον περιέσχεν χρυσίῳ ἕως συντελείας παντὸς τοῦ οἴκου.
Verse: 23    
Καὶ ἐποίησεν ἐν τῷ δαβιρ δύο χερουβιν δέκα πήχεων μέγεϑος ἐσταϑμωμένον.
Verse: 24    
καὶ πέντε πήχεων πτερύγιον τοῦ χερουβ τοῦ ἑνός, καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ·
Verse: 25    
οὕτως τῷ χερουβ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμϕοτέροις.
Verse: 26    
καὶ τὸ ὕψος τοῦ χερουβ τοῦ ἑνὸς δέκα ἐν πήχει, καὶ οὕτως τὸ χερουβ τὸ δεύτερον.
Verse: 27    
καὶ ἀμϕότερα τὰ χερουβιν ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασεν τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου, καὶ αἱ πτέρυγες αὐτῶν αἱ ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος.
Verse: 28    
καὶ περιέσχεν τὰ χερουβιν χρυσίῳ.
Verse: 29    
καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψεν γραϕίδι χερουβιν, καὶ ϕοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ.
Verse: 30    
καὶ τὸ ἔδαϕος τοῦ οἴκου περιέσχεν χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου.
Verse: 31    
Καὶ τῷ ϑυρώματι τοῦ δαβιρ ἐποίησεν ϑύρας ξύλων ἀρκευϑίνων καὶ ϕλιὰς πενταπλᾶς
Verse: 32    
καὶ δύο ϑύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὰ ἐπ' αὐτῶν ἐγκεκολαμμένα χερουβιν καὶ ϕοίνικας καὶ πέταλα διαπεπετασμένα· καὶ περιέσχεν χρυσίῳ, καὶ κατέβαινεν ἐπὶ τὰ χερουβιν καὶ ἐπὶ τοὺς ϕοίνικας τὸ χρυσίον.
Verse: 33    
καὶ οὕτως ἐποίησεν τῷ πυλῶνι τοῦ ναοῦ, ϕλιαὶ ξύλων ἀρκευϑίνων, στοαὶ τετραπλῶς.
Verse: 34    
καὶ ἐν ἀμϕοτέραις ταῖς ϑύραις ξύλα πεύκινα· δύο πτυχαὶ ϑύρα μία καὶ στροϕεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ϑύρα δευτέρα, στρεϕόμενα·
Verse: 35    
ἐγκεκολαμμένα χερουβιν καὶ ϕοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν.
Verse: 36    
καὶ ᾠκοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην, τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόϑεν.
Verse: 36a    
καὶ ᾠκοδόμησε καταπέτασμα τῆς αὐλῆς τοῦ αιλαμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.