TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 320
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἐχορήγουν οἱ καϑεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμων καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσιν λόγον· καὶ τὰς κριϑὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.
Verse: 2    
καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμων ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου
Verse: 3    
καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάϕων καὶ δορκάδων καὶ ὀρνίϑων ἐκλεκτῶν, σιτευτά.
Verse: 4    
ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόϑεν.
Verse: 9    
Καὶ ἔδωκεν κύριος ϕρόνησιν τῷ Σαλωμων καὶ σοϕίαν πολλὴν σϕόδρα καὶ χύμα καρδίας ὡς ἄμμος παρὰ τὴν ϑάλασσαν,
Verse: 10    
καὶ ἐπληϑύνϑη Σαλωμων σϕόδρα ὑπὲρ τὴν ϕρόνησιν πάντων ἀρχαίων ἀνϑρώπων καὶ ὑπὲρ πάντας ϕρονίμους Αἰγύπτου
Verse: 11    
καὶ ἐσοϕίσατο ὑπὲρ πάντας τοὺς ἀνϑρώπους καὶ ἐσοϕίσατο ὑπὲρ Γαιϑαν τὸν Εζραίτην καὶ τὸν Αιμαν καὶ τὸν Χαλκαλ καὶ Δαρδα υἱοὺς Μαλ.
Verse: 12    
καὶ ἐλάλησεν Σαλωμων τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι.
Verse: 13    
καὶ ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχϑύων.
Verse: 14    
καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοϕίας Σαλωμων, καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοϕίας αὐτοῦ.
Verse: 14a    
Καὶ ἔλαβεν Σαλωμων τὴν ϑυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ.
Verse: 14b    
τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ, καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς ϑυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων, καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ.
Verse: 15    
Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμων ἀντὶ Δαυιδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας.
Verse: 16    
καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων
Verse: 17    
Σὺ οἶδας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ.
Verse: 18    
καὶ νῦν ἀνέπαυσε κύριος ϑεός μου ἐμοὶ κυκλόϑεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν.
Verse: 19    
καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ μου, καϑὼς ἐλάλησεν κύριος ϑεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων ῾Ο υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν ϑρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
Verse: 20    
καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισϑὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἐὰν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καϑὼς οἱ Σιδώνιοι.
Verse: 21    
καὶ ἐγενήϑη καϑὼς ἤκουσεν Χιραμ τῶν λόγων Σαλωμων, ἐχάρη σϕόδρα καὶ εἶπεν Εὐλογητὸς ϑεὸς σήμερον, ὃς ἔδωκεν τῷ Δαυιδ υἱὸν ϕρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον.
Verse: 22    
καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων ᾽Ακήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν ϑέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα·
Verse: 23    
οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν ϑάλασσαν, ἐγὼ ϑήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ ϑέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου.
Verse: 24    
καὶ ἦν Χιραμ διδοὺς τῷ Σαλωμων κέδρους καὶ πᾶν ϑέλημα αὐτοῦ.
Verse: 25    
καὶ Σαλωμων ἔδωκεν τῷ Χιραμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχιρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βεϑ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμων τῷ Χιραμ κατ' ἐνιαυτόν.
Verse: 26    
καὶ κύριος ἔδωκεν σοϕίαν τῷ Σαλωμων, καϑὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων, καὶ διέϑεντο διαϑήκην ἀνὰ μέσον ἑαυτῶν.
Verse: 27    
καὶ ἀνήνεγκεν βασιλεὺς ϕόρον ἐκ παντὸς Ισραηλ, καὶ ἦν ϕόρος τριάκοντα χιλιάδες ἀνδρῶν.
Verse: 28    
καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Αδωνιραμ ἐπὶ τοῦ ϕόρου.
Verse: 29    
καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει
Verse: 30    
χωρὶς ἀρχόντων τῶν καϑεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμων, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα.
Verse: 32    
καὶ ἡτοίμασαν τοὺς λίϑους καὶ τὰ ξύλα τρία ἔτη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.