TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 319
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἦν βασιλεὺς Σαλωμων βασιλεύων ἐπὶ Ισραηλ.
Verse: 2    
καὶ οὗτοι οἱ ἄρχοντες, οἳ ἦσαν αὐτοῦ· Αζαριου υἱὸς Σαδωκ
Verse: 3    
καὶ Ελιαρεϕ καὶ Αχια υἱὸς Σαβα γραμματεῖς καὶ Ιωσαϕατ υἱὸς Αχιλιδ ὑπομιμνῄσκων
Verse: 4    
καὶ Σαδουχ καὶ Αβιαϑαρ ἱερεῖς
Verse: 5    
καὶ Ορνια υἱὸς Ναϑαν ἐπὶ τῶν καϑεσταμένων καὶ Ζαβουϑ υἱὸς Ναϑαν ἑταῖρος τοῦ βασιλέως
Verse: 6    
καὶ Αχιηλ οἰκονόμος καὶ Ελιαβ υἱὸς Σαϕ ἐπὶ τῆς πατριᾶς καὶ Αδωνιραμ υἱὸς Εϕρα ἐπὶ τῶν ϕόρων.
Verse: 7    
Καὶ τῷ Σαλωμων δώδεκα καϑεσταμένοι ἐπὶ πάντα Ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
Verse: 8    
καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενωρ ἐν ὄρει Εϕραιμ, εἷς·
Verse: 9    
υἱὸς Ρηχαβ ἐν Μαχεμας καὶ Βηϑαλαμιν καὶ Βαιϑσαμυς καὶ Αιλων ἕως Βαιϑαναν, εἷς·
Verse: 10    
υἱὸς Εσωϑ Βηρβηϑνεμα, Λουσαμηνχα καὶ Ρησϕαρα·
Verse: 11    
Χιναναδαβ καὶ Αναϕαϑι, ἀνὴρ Ταβληϑ, ϑυγάτηρ Σαλωμων ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
Verse: 12    
Βακχα υἱὸς Αχιλιδ Θααναχ καὶ Μεκεδω καὶ πᾶς οἶκος Σαν παρὰ Σεσαϑαν ὑποκάτω τοῦ Εσραε καὶ ἐκ Βαισαϕουδ Εβελμαωλα ἕως Μαεβερ Λουκαμ, εἷς·
Verse: 13    
υἱὸς Γαβερ ἐν Ρεμαϑ Γαλααδ, τούτῳ σχοίνισμα Ερεγαβα, ἐν τῇ Βασαν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·
Verse: 14    
Αχιναδαβ υἱὸς Αχελ Μααναιν, εἷς·
Verse: 15    
Αχιμαας ἐν Νεϕϑαλι, καὶ οὗτος ἔλαβεν τὴν Βασεμμαϑ ϑυγατέρα Σαλωμων εἰς γυναῖκα, εἷς·
Verse: 16    
Βαανα υἱὸς Χουσι ἐν τῇ Μααλαϑ, εἷς·
Verse: 17    
Σαμαα υἱὸς Ηλα ἐν τῷ Βενιαμιν·
Verse: 18    
Γαβερ υἱὸς Αδαι ἐν τῇ γῇ Γαδ, γῇ Σηων βασιλέως τοῦ Εσεβων καὶ Ωγ βασιλέως τοῦ Βασαν· καὶ νασιϕ εἷς ἐν γῇ Ιουδα·
Verse: 19    
Ιωσαϕατ υἱὸς Φουασουδ ἐν Ισσαχαρ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.