TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 325
Previous part

Chapter: 10 
Verse: 1    Καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ τὸ ὄνομα κυρίου καὶ ἦλϑεν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν·
Verse: 2    
καὶ ἦλϑεν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρείᾳ σϕόδρα, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σϕόδρα καὶ λίϑον τίμιον, καὶ εἰσῆλϑεν πρὸς Σαλωμων καὶ ἐλάλησεν αὐτῷ πάντα, ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς.
Verse: 3    
καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμων πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.
Verse: 4    
καὶ εἶδεν βασίλισσα Σαβα πᾶσαν ϕρόνησιν Σαλωμων καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν,
Verse: 5    
καὶ τὰ βρώματα Σαλωμων καὶ τὴν καϑέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ, ἣν ἀνέϕερεν ἐν οἴκῳ κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.
Verse: 6    
καὶ εἶπεν πρὸς τὸν βασιλέα Σαλωμων ᾽Αληϑινὸς λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς ϕρονήσεώς σου,
Verse: 7    
καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσίν μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀϕϑαλμοί μου, καὶ ἰδοὺ οὐκ ἔστιν τὸ ἥμισυ καϑὼς ἀπήγγειλάν μοι, προστέϑεικας ἀγαϑὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν, ἣν ἤκουσα ἐν τῇ γῇ μου·
Verse: 8    
μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου δι' ὅλου οἱ ἀκούοντες πᾶσαν τὴν ϕρόνησίν σου·
Verse: 9    
γένοιτο κύριος ϑεός σου εὐλογημένος, ὃς ἠϑέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ ϑρόνου Ισραηλ· διὰ τὸ ἀγαπᾶν κύριον τὸν Ισραηλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔϑετό σε βασιλέα ἐπ' αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν.
Verse: 10    
καὶ ἔδωκεν τῷ Σαλωμων ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σϕόδρα καὶ λίϑον τίμιον· οὐκ ἐληλύϑει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆϑος, ἔδωκεν βασίλισσα Σαβα τῷ βασιλεῖ Σαλωμων.
Verse: 11    
[καὶ ναῦς Χιραμ αἴρουσα τὸ χρυσίον ἐκ Σουϕιρ ἤνεγκεν ξύλα ἀπελέκητα πολλὰ σϕόδρα καὶ λίϑον τίμιον·
Verse: 12    
καὶ ἐποίησεν βασιλεὺς τὰ ξύλα τὰ ἀπελέκητα ὑποστηρίγματα τοῦ οἴκου κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύϑει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς οὐδὲ ὤϕϑησάν που ἕως τῆς ἡμέρας ταύτης.]
Verse: 13    
καὶ βασιλεὺς Σαλωμων ἔδωκεν τῇ βασιλίσσῃ Σαβα πάντα, ὅσα ἠϑέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων, ὧν δεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμων· καὶ ἀπεστράϕη καὶ ἦλϑεν εἰς τὴν γῆν αὐτῆς, αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς.
Verse: 14    
Καὶ ἦν σταϑμὸς τοῦ χρυσίου τοῦ ἐληλυϑότος τῷ Σαλωμων ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἑξήκοντα ἓξ τάλαντα χρυσίου
Verse: 15    
χωρὶς τῶν ϕόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς.
Verse: 16    
καὶ ἐποίησεν Σαλωμων τριακόσια δόρατα χρυσᾶ ἐλατά τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν
Verse: 17    
καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατά τρεῖς μναῖ χρυσίου ἐνῆσαν εἰς τὸ ὅπλον τὸ ἕν καὶ ἔδωκεν αὐτὰ εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου.
Verse: 18    
καὶ ἐποίησεν βασιλεὺς ϑρόνον ἐλεϕάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ·
Verse: 19    
ἓξ ἀναβαϑμοὶ τῷ ϑρόνῳ, καὶ προτομαὶ μόσχων τῷ ϑρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνϑεν καὶ ἔνϑεν ἐπὶ τοῦ τόπου τῆς καϑέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας,
Verse: 20    
καὶ δώδεκα λέοντες ἑστῶτες ἐπὶ τῶν ἓξ ἀναβαϑμῶν ἔνϑεν καὶ ἔνϑεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ.
Verse: 21    
καὶ πάντα τὰ σκεύη τοῦ πότου Σαλωμων χρυσᾶ καὶ λουτῆρες χρυσοῖ, πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα, οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμων·
Verse: 22    
ὅτι ναῦς Θαρσις τῷ βασιλεῖ ἐν τῇ ϑαλάσσῃ μετὰ τῶν νηῶν Χιραμ, μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσις χρυσίου καὶ ἀργυρίου καὶ λίϑων τορευτῶν καὶ πελεκητῶν.
Verse: 22a    
Αὕτη ἦν πραγματεία τῆς προνομῆς, ἧς ἀνήνεγκεν βασιλεὺς Σαλωμων οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ιερουσαλημ καὶ τὴν ἄκραν τοῦ περιϕράξαι τὸν ϕραγμὸν τῆς πόλεως Δαυιδ καὶ τὴν Ασσουρ καὶ τὴν Μαγδαν καὶ τὴν Γαζερ καὶ τὴν Βαιϑωρων τὴν ἀνωτέρω καὶ τὴν Ιεϑερμαϑ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμων, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ.
Verse: 22b    
πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ισραηλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ' αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ισραηλ ἐξολεϑρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς ϕόρον ἕως τῆς ἡμέρας ταύτης.
Verse: 22c    
καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ.
Verse: 23    
Καὶ ἐμεγαλύνϑη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ ϕρονήσει.
Verse: 24    
καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμων τοῦ ἀκοῦσαι τῆς ϕρονήσεως αὐτοῦ, ἧς ἔδωκεν κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ.
Verse: 25    
καὶ αὐτοὶ ἔϕερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους, τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν.
Verse: 26    
καὶ ἦσαν τῷ Σαλωμων τέσσαρες χιλιάδες ϑήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔϑετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ.
Verse: 26a    
καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοϕύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
Verse: 27    
καὶ ἔδωκεν βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίϑους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆϑος.
Verse: 28    
καὶ ἔξοδος τῶν ἵππων Σαλωμων ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουε, ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουε ἐν ἀλλάγματι·
Verse: 29    
καὶ ἀνέβαινεν ἔξοδος ἐξ Αἰγύπτου, ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτω πᾶσιν τοῖς βασιλεῦσιν Χεττιιν καὶ βασιλεῦσιν Συρίας κατὰ ϑάλασσαν ἐξεπορεύοντο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.