TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 297
Chapter: 6
Verse: 1
Καὶ
συνήγαγεν
ἔτι
Δαυιδ
πάντα
νεανίαν
ἐξ
Ισραηλ
ὡς
ἑβδομήκοντα
χιλιάδας
.
Verse: 2
καὶ
ἀνέστη
καὶ
ἐπορεύϑη
Δαυιδ
καὶ
πᾶς
ὁ
λαὸς
ὁ
μετ
'
αὐτοῦ
ἀπὸ
τῶν
ἀρχόντων
Ιουδα
ἐν
ἀναβάσει
τοῦ
ἀναγαγεῖν
ἐκεῖϑεν
τὴν
κιβωτὸν
τοῦ
ϑεοῦ
,
ἐϕ
'
ἣν
ἐπεκλήϑη
τὸ
ὄνομα
κυρίου
τῶν
δυνάμεων
καϑημένου
ἐπὶ
τῶν
χερουβιν
ἐπ
'
αὐτῆς
.
Verse: 3
καὶ
ἐπεβίβασεν
τὴν
κιβωτὸν
κυρίου
ἐϕ
'
ἅμαξαν
καινὴν
καὶ
ἦρεν
αὐτὴν
ἐξ
οἴκου
Αμιναδαβ
τοῦ
ἐν
τῷ
βουνῷ
·
καὶ
Οζα
καὶ
οἱ
ἀδελϕοὶ
αὐτοῦ
υἱοὶ
Αμιναδαβ
ἦγον
τὴν
ἅμαξαν
Verse: 4
σὺν
τῇ
κιβωτῷ
,
καὶ
οἱ
ἀδελϕοὶ
αὐτοῦ
ἐπορεύοντο
ἔμπροσϑεν
τῆς
κιβωτοῦ
.
Verse: 5
καὶ
Δαυιδ
καὶ
οἱ
υἱοὶ
Ισραηλ
παίζοντες
ἐνώπιον
κυρίου
ἐν
ὀργάνοις
ἡρμοσμένοις
ἐν
ἰσχύι
καὶ
ἐν
ᾠδαῖς
καὶ
ἐν
κινύραις
καὶ
ἐν
νάβλαις
καὶ
ἐν
τυμπάνοις
καὶ
ἐν
κυμβάλοις
καὶ
ἐν
αὐλοῖς
.
Verse: 6
καὶ
παραγίνονται
ἕως
ἅλω
Νωδαβ
,
καὶ
ἐξέτεινεν
Οζα
τὴν
χεῖρα
αὐτοῦ
ἐπὶ
τὴν
κιβωτὸν
τοῦ
ϑεοῦ
κατασχεῖν
αὐτὴν
καὶ
ἐκράτησεν
αὐτήν
,
ὅτι
περιέσπασεν
αὐτὴν
ὁ
μόσχος
,
τοῦ
κατασχεῖν
αὐτήν
.
Verse: 7
καὶ
ἐϑυμώϑη
κύριος
τῷ
Οζα
,
καὶ
ἔπαισεν
αὐτὸν
ἐκεῖ
ὁ
ϑεός
,
καὶ
ἀπέϑανεν
ἐκεῖ
παρὰ
τὴν
κιβωτὸν
τοῦ
κυρίου
ἐνώπιον
τοῦ
ϑεοῦ
.
Verse: 8
καὶ
ἠϑύμησεν
Δαυιδ
ὑπὲρ
οὗ
διέκοψεν
κύριος
διακοπὴν
ἐν
τῷ
Οζα
·
καὶ
ἐκλήϑη
ὁ
τόπος
ἐκεῖνος
Διακοπὴ
Οζα
ἕως
τῆς
ἡμέρας
ταύτης
.
Verse: 9
καὶ
ἐϕοβήϑη
Δαυιδ
τὸν
κύριον
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
λέγων
Πῶς
εἰσελεύσεται
πρός
με
ἡ
κιβωτὸς
κυρίου
;
Verse: 10
καὶ
οὐκ
ἐβούλετο
Δαυιδ
τοῦ
ἐκκλῖναι
πρὸς
αὑτὸν
τὴν
κιβωτὸν
διαϑήκης
κυρίου
εἰς
τὴν
πόλιν
Δαυιδ
,
καὶ
ἀπέκλινεν
αὐτὴν
Δαυιδ
εἰς
οἶκον
Αβεδδαρα
τοῦ
Γεϑϑαίου
.
Verse: 11
καὶ
ἐκάϑισεν
ἡ
κιβωτὸς
τοῦ
κυρίου
εἰς
οἶκον
Αβεδδαρα
τοῦ
Γεϑϑαίου
μῆνας
τρεῖς
·
καὶ
εὐλόγησεν
κύριος
ὅλον
τὸν
οἶκον
Αβεδδαρα
καὶ
πάντα
τὰ
αὐτοῦ
.
Verse: 12
Καὶ
ἀπηγγέλη
τῷ
βασιλεῖ
Δαυιδ
λέγοντες
Ηὐλόγησεν
κύριος
τὸν
οἶκον
Αβεδδαρα
καὶ
πάντα
τὰ
αὐτοῦ
ἕνεκεν
τῆς
κιβωτοῦ
τοῦ
ϑεοῦ
.
καὶ
ἐπορεύϑη
Δαυιδ
καὶ
ἀνήγαγεν
τὴν
κιβωτὸν
τοῦ
κυρίου
ἐκ
τοῦ
οἴκου
Αβεδδαρα
εἰς
τὴν
πόλιν
Δαυιδ
ἐν
εὐϕροσύνῃ
.
Verse: 13
καὶ
ἦσαν
μετ
'
αὐτῶν
αἴροντες
τὴν
κιβωτὸν
ἑπτὰ
χοροὶ
καὶ
ϑῦμα
μόσχος
καὶ
ἄρνα
.
Verse: 14
καὶ
Δαυιδ
ἀνεκρούετο
ἐν
ὀργάνοις
ἡρμοσμένοις
ἐνώπιον
κυρίου
,
καὶ
ὁ
Δαυιδ
ἐνδεδυκὼς
στολὴν
ἔξαλλον
.
Verse: 15
καὶ
Δαυιδ
καὶ
πᾶς
ὁ
οἶκος
Ισραηλ
ἀνήγαγον
τὴν
κιβωτὸν
κυρίου
μετὰ
κραυγῆς
καὶ
μετὰ
ϕωνῆς
σάλπιγγος
.
Verse: 16
καὶ
ἐγένετο
τῆς
κιβωτοῦ
παραγινομένης
ἕως
πόλεως
Δαυιδ
καὶ
Μελχολ
ἡ
ϑυγάτηρ
Σαουλ
διέκυπτεν
διὰ
τῆς
ϑυρίδος
καὶ
εἶδεν
τὸν
βασιλέα
Δαυιδ
ὀρχούμενον
καὶ
ἀνακρουόμενον
ἐνώπιον
κυρίου
καὶ
ἐξουδένωσεν
αὐτὸν
ἐν
τῇ
καρδίᾳ
αὐτῆς
.
Verse: 17
καὶ
ϕέρουσιν
τὴν
κιβωτὸν
τοῦ
κυρίου
καὶ
ἀνέϑηκαν
αὐτὴν
εἰς
τὸν
τόπον
αὐτῆς
εἰς
μέσον
τῆς
σκηνῆς
,
ἧς
ἔπηξεν
αὐτῇ
Δαυιδ
·
καὶ
ἀνήνεγκεν
Δαυιδ
ὁλοκαυτώματα
ἐνώπιον
κυρίου
καὶ
εἰρηνικάς
.
Verse: 18
καὶ
συνετέλεσεν
Δαυιδ
συναναϕέρων
τὰς
ὁλοκαυτώσεις
καὶ
τὰς
εἰρηνικὰς
καὶ
εὐλόγησεν
τὸν
λαὸν
ἐν
ὀνόματι
κυρίου
τῶν
δυνάμεων
.
Verse: 19
καὶ
διεμέρισεν
παντὶ
τῷ
λαῷ
εἰς
πᾶσαν
τὴν
δύναμιν
τοῦ
Ισραηλ
ἀπὸ
Δαν
ἕως
Βηρσαβεε
ἀπὸ
ἀνδρὸς
ἕως
γυναικὸς
ἑκάστῳ
κολλυρίδα
ἄρτου
καὶ
ἐσχαρίτην
καὶ
λάγανον
ἀπὸ
τηγάνου
·
καὶ
ἀπῆλϑεν
πᾶς
ὁ
λαὸς
ἕκαστος
εἰς
τὸν
οἶκον
αὐτοῦ
.
Verse: 20
καὶ
ἐπέστρεψεν
Δαυιδ
εὐλογῆσαι
τὸν
οἶκον
αὐτοῦ
,
καὶ
ἐξῆλϑεν
Μελχολ
ἡ
ϑυγάτηρ
Σαουλ
εἰς
ἀπάντησιν
Δαυιδ
καὶ
εὐλόγησεν
αὐτὸν
καὶ
εἶπεν
Τί
δεδόξασται
σήμερον
ὁ
βασιλεὺς
Ισραηλ
,
ὃς
ἀπεκαλύϕϑη
σήμερον
ἐν
ὀϕϑαλμοῖς
παιδισκῶν
τῶν
δούλων
ἑαυτοῦ
,
καϑὼς
ἀποκαλύπτεται
ἀποκαλυϕϑεὶς
εἷς
τῶν
ὀρχουμένων
.
Verse: 21
καὶ
εἶπεν
Δαυιδ
πρὸς
Μελχολ
᾽Ενώπιον
κυρίου
ὀρχήσομαι
·
εὐλογητὸς
κύριος
,
ὃς
ἐξελέξατό
με
ὑπὲρ
τὸν
πατέρα
σου
καὶ
ὑπὲρ
πάντα
τὸν
οἶκον
αὐτοῦ
τοῦ
καταστῆσαί
με
εἰς
ἡγούμενον
ἐπὶ
τὸν
λαὸν
αὐτοῦ
ἐπὶ
τὸν
Ισραηλ
·
καὶ
παίξομαι
καὶ
ὀρχήσομαι
ἐνώπιον
κυρίου
Verse: 22
καὶ
ἀποκαλυϕϑήσομαι
ἔτι
οὕτως
καὶ
ἔσομαι
ἀχρεῖος
ἐν
ὀϕϑαλμοῖς
σου
καὶ
μετὰ
τῶν
παιδισκῶν
,
ὧν
εἶπάς
με
δοξασϑῆναι
.
Verse: 23
καὶ
τῇ
Μελχολ
ϑυγατρὶ
Σαουλ
οὐκ
ἐγένετο
παιδίον
ἕως
τῆς
ἡμέρας
τοῦ
ἀποϑανεῖν
αὐτήν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.