TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 298
Previous part

Chapter: 7 
Verse: 1    Καὶ ἐγένετο ὅτε ἐκάϑισεν βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχϑρῶν αὐτοῦ τῶν κύκλῳ,
Verse: 2    
καὶ εἶπεν βασιλεὺς πρὸς Ναϑαν τὸν προϕήτην ᾽Ιδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ κιβωτὸς τοῦ ϑεοῦ κάϑηται ἐν μέσῳ τῆς σκηνῆς.
Verse: 3    
καὶ εἶπεν Ναϑαν πρὸς τὸν βασιλέα Πάντα, ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι κύριος μετὰ σοῦ.
Verse: 4    
καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ναϑαν λέγων
Verse: 5    
Πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυιδ Τάδε λέγει κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με·
Verse: 6    
ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀϕ' ἧς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ.
Verse: 7    
ἐν πᾶσιν, οἷς διῆλϑον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν ϕυλὴν τοῦ Ισραηλ, ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ, λέγων Τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;
Verse: 8    
καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει κύριος παντοκράτωρ ῎Ελαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ισραηλ
Verse: 9    
καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύου, καὶ ἐξωλέϑρευσα πάντας τοὺς ἐχϑρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
Verse: 10    
καὶ ϑήσομαι τόπον τῷ λαῷ μου τῷ Ισραηλ καὶ καταϕυτεύσω αὐτόν, καὶ κατασκηνώσει καϑ' ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσϑήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καϑὼς ἀπ' ἀρχῆς
Verse: 11    
ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχϑρῶν σου, καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.
Verse: 12    
καὶ ἔσται ἐὰν πληρωϑῶσιν αἱ ἡμέραι σου καὶ κοιμηϑήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·
Verse: 13    
αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορϑώσω τὸν ϑρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.
Verse: 14    
ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλϑῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁϕαῖς υἱῶν ἀνϑρώπων·
Verse: 15    
τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, καϑὼς ἀπέστησα ἀϕ' ὧν ἀπέστησα ἐκ προσώπου μου.
Verse: 16    
καὶ πιστωϑήσεται οἶκος αὐτοῦ καὶ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ϑρόνος αὐτοῦ ἔσται ἀνωρϑωμένος εἰς τὸν αἰῶνα.
Verse: 17    
κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναϑαν πρὸς Δαυιδ.
Verse: 18    
καὶ εἰσῆλϑεν βασιλεὺς Δαυιδ καὶ ἐκάϑισεν ἐνώπιον κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς οἶκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων;
Verse: 19    
καὶ κατεσμικρύνϑη μικρὸν ἐνώπιόν σου, κύριέ μου κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ νόμος τοῦ ἀνϑρώπου, κύριέ μου κύριε.
Verse: 20    
καὶ τί προσϑήσει Δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριέ μου κύριε.
Verse: 21    
διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου
Verse: 22    
ἕνεκεν τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε, ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν ϑεὸς πλὴν σοῦ ἐν πᾶσιν, οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν.
Verse: 23    
καὶ τίς ὡς λαός σου Ισραηλ ἔϑνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ϑεὸς τοῦ λυτρώσασϑαι αὐτῷ λαὸν τοῦ ϑέσϑαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιϕάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔϑνη καὶ σκηνώματα.
Verse: 24    
καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ισραηλ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, ἐγένου αὐτοῖς εἰς ϑεόν.
Verse: 25    
καὶ νῦν, κύριέ μου κύριε, τὸ ῥῆμα, ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως αἰῶνος, κύριε παντοκράτωρ ϑεὲ τοῦ Ισραηλ· καὶ νῦν καϑὼς ἐλάλησας,
Verse: 26    
μεγαλυνϑείη τὸ ὄνομά σου ἕως αἰῶνος.
Verse: 27    
κύριε παντοκράτωρ ϑεὸς Ισραηλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων Οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασϑαι πρὸς σὲ τὴν προσευχὴν ταύτην.
Verse: 28    
καὶ νῦν, κύριέ μου κύριε, σὺ εἶ ϑεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληϑινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαϑὰ ταῦτα·
Verse: 29    
καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου, ὅτι σὺ εἶ, κύριέ μου κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηϑήσεται οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.