TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 240
Chapter: 5
Verse: 1
Καὶ
ᾖσαν
Δεββωρα
καὶ
Βαρακ
υἱὸς
Αβινεεμ
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
λέγοντες
Verse: 2
᾽Απεκαλύϕϑη
ἀποκάλυμμα
ἐν
Ισραηλ
·
ἐν
τῷ
ἑκουσιασϑῆναι
λαὸν
εὐλογεῖτε
κύριον
.
Verse: 3
ἀκούσατε
,
βασιλεῖς
,
καὶ
ἐνωτίσασϑε
,
σατράπαι
·
ἐγώ
εἰμι
τῷ
κυρίῳ
,
ἐγώ
εἰμι
ᾄσομαι
,
ψαλῶ
τῷ
κυρίῳ
τῷ
ϑεῷ
Ισραηλ
.
Verse: 4
κύριε
,
ἐν
τῇ
ἐξόδῳ
σου
ἐν
Σηιρ
,
ἐν
τῷ
ἀπαίρειν
σε
ἐξ
ἀγροῦ
Εδωμ
γῆ
ἐσείσϑη
,
καὶ
ὁ
οὐρανὸς
ἔσταξεν
δρόσους
,
καὶ
αἱ
νεϕέλαι
ἔσταξαν
ὕδωρ
·
Verse: 5
ὄρη
ἐσαλεύϑησαν
ἀπὸ
προσώπου
κυρίου
Ελωι
,
τοῦτο
Σινα
ἀπὸ
προσώπου
κυρίου
ϑεοῦ
Ισραηλ
.
Verse: 6
ἐν
ἡμέραις
Σαμεγαρ
υἱοῦ
Αναϑ
,
ἐν
ἡμέραις
Ιαηλ
ἐξέλιπον
ὁδοὺς
καὶ
ἐπορεύϑησαν
ἀτραπούς
,
ἐπορεύϑησαν
ὁδοὺς
διεστραμμένας
·
Verse: 7
ἐξέλιπον
δυνατοὶ
ἐν
Ισραηλ
,
ἐξέλιπον
,
ἕως
οὗ
ἀναστῇ
Δεββωρα
,
ἕως
οὗ
ἀναστῇ
μήτηρ
ἐν
Ισραηλ
.
Verse: 8
ἐξελέξαντο
ϑεοὺς
καινούς
·
τότε
ἐπολέμησαν
πόλεις
ἀρχόντων
·
ϑυρεὸς
ἐὰν
ὀϕϑῇ
καὶ
λόγχη
ἐν
τεσσαράκοντα
χιλιάσιν
ἐν
Ισραηλ
.
Verse: 9
ἡ
καρδία
μου
εἰς
τὰ
διατεταγμένα
τῷ
Ισραηλ
·
οἱ
ἑκουσιαζόμενοι
ἐν
λαῷ
,
εὐλογεῖτε
κύριον
.
Verse: 10
ἐπιβεβηκότες
ἐπὶ
ὄνου
ϑηλείας
μεσημβρίας
,
καϑήμενοι
ἐπὶ
κριτηρίου
καὶ
πορευόμενοι
ἐπὶ
ὁδοὺς
συνέδρων
ἐϕ
'
ὁδῷ
,
Verse: 11
διηγεῖσϑε
ἀπὸ
ϕωνῆς
ἀνακρουομένων
ἀνὰ
μέσον
ὑδρευομένων
·
ἐκεῖ
δώσουσιν
δικαιοσύνας
κυρίῳ
,
δικαιοσύνας
αὔξησον
ἐν
Ισραηλ
.
τότε
κατέβη
εἰς
τὰς
πόλεις
λαὸς
κυρίου
.
Verse: 12
ἐξεγείρου
ἐξεγείρου
,
Δεββωρα
,
ἐξεγείρου
ἐξεγείρου
,
λάλησον
ᾠδήν
·
ἀνάστα
,
Βαρακ
,
καὶ
αἰχμαλώτισον
αἰχμαλωσίαν
σου
,
υἱὸς
Αβινεεμ
.
Verse: 13
τότε
κατέβη
κατάλειμμα
τοῖς
ἰσχυροῖς
,
λαὸς
κυρίου
κατέβη
αὐτῷ
ἐν
τοῖς
κραταιοῖς
.
Verse: 14
ἐξ
ἐμοῦ
Εϕραιμ
ἐξερρίζωσεν
αὐτοὺς
ἐν
τῷ
Αμαληκ
·
ὀπίσω
σου
Βενιαμιν
ἐν
τοῖς
λαοῖς
σου
.
ἐν
ἐμοὶ
Μαχιρ
κατέβησαν
ἐξερευνῶντες
καὶ
ἀπὸ
Ζαβουλων
ἕλκοντες
ἐν
ῥάβδῳ
διηγήσεως
γραμματέως
.
Verse: 15
καὶ
ἀρχηγοὶ
ἐν
Ισσαχαρ
μετὰ
Δεββωρας
καὶ
Βαρακ
,
οὕτως
Βαρακ
ἐν
κοιλάσιν
ἀπέστειλεν
ἐν
ποσὶν
αὐτοῦ
.
εἰς
τὰς
μερίδας
Ρουβην
μεγάλοι
ἐξικνούμενοι
καρδίαν
.
Verse: 16
εἰς
τί
ἐκάϑισαν
ἀνὰ
μέσον
τῆς
διγομίας
τοῦ
ἀκοῦσαι
συρισμοῦ
ἀγγέλων
;
εἰς
διαιρέσεις
Ρουβην
μεγάλοι
ἐξετασμοὶ
καρδίας
.
Verse: 17
Γαλααδ
ἐν
τῷ
πέραν
τοῦ
Ιορδάνου
ἐσκήνωσεν
·
καὶ
Δαν
εἰς
τί
παροικεῖ
πλοίοις
;
Ασηρ
ἐκάϑισεν
παραλίαν
ϑαλασσῶν
καὶ
ἐπὶ
διεξόδοις
αὐτοῦ
σκηνώσει
.
Verse: 18
Ζαβουλων
λαὸς
ὠνείδισεν
ψυχὴν
αὐτοῦ
εἰς
ϑάνατον
καὶ
Νεϕϑαλι
ἐπὶ
ὕψη
ἀγροῦ
.
Verse: 19
ἦλϑον
αὐτῶν
βασιλεῖς
,
παρετάξαντο
,
τότε
ἐπολέμησαν
βασιλεῖς
Χανααν
ἐν
Θανααχ
ἐπὶ
ὕδατι
Μεγεδδω
·
δῶρον
ἀργυρίου
οὐκ
ἔλαβον
.
Verse: 20
ἐξ
οὐρανοῦ
παρετάξαντο
οἱ
ἀστέρες
,
ἐκ
τρίβων
αὐτῶν
παρετάξαντο
μετὰ
Σισαρα
.
Verse: 21
χειμάρρους
Κισων
ἐξέσυρεν
αὐτούς
,
χειμάρρους
ἀρχαίων
,
χειμάρρους
Κισων
·
καταπατήσει
αὐτὸν
ψυχή
μου
δυνατή
.
Verse: 22
τότε
ἐνεποδίσϑησαν
πτέρναι
ἵππου
,
σπουδῇ
ἔσπευσαν
ἰσχυροὶ
αὐτοῦ
.
Verse: 23
καταρᾶσϑε
Μηρωζ
,
εἶπεν
ἄγγελος
κυρίου
,
καταρᾶσϑε
,
ἐπικατάρατος
πᾶς
ὁ
κατοικῶν
αὐτήν
,
ὅτι
οὐκ
ἤλϑοσαν
εἰς
βοήϑειαν
κυρίου
,
εἰς
βοήϑειαν
ἐν
δυνατοῖς
.
Verse: 24
εὐλογηϑείη
ἐν
γυναιξὶν
Ιαηλ
γυνὴ
Χαβερ
τοῦ
Κιναίου
,
ἀπὸ
γυναικῶν
ἐν
σκηναῖς
εὐλογηϑείη
.
Verse: 25
ὕδωρ
ᾔτησεν
,
γάλα
ἔδωκεν
,
ἐν
λεκάνῃ
ὑπερεχόντων
προσήνεγκεν
βούτυρον
.
Verse: 26
χεῖρα
αὐτῆς
ἀριστερὰν
εἰς
πάσσαλον
ἐξέτεινεν
καὶ
δεξιὰν
αὐτῆς
εἰς
σϕῦραν
κοπιώντων
καὶ
ἐσϕυροκόπησεν
Σισαρα
,
διήλωσεν
κεϕαλὴν
αὐτοῦ
καὶ
ἐπάταξεν
,
διήλωσεν
κρόταϕον
αὐτοῦ
.
Verse: 27
ἀνὰ
μέσον
τῶν
ποδῶν
αὐτῆς
κατεκυλίσϑη
,
ἔπεσεν
καὶ
ἐκοιμήϑη
·
ἀνὰ
μέσον
τῶν
ποδῶν
αὐτῆς
κατακλιϑεὶς
ἔπεσεν
·
καϑὼς
κατεκλίϑη
,
ἐκεῖ
ἔπεσεν
ἐξοδευϑείς
.
Verse: 28
διὰ
τῆς
ϑυρίδος
παρέκυψεν
μήτηρ
Σισαρα
ἐκτὸς
τοῦ
τοξικοῦ
,
διότι
ᾐσχύνϑη
ἅρμα
αὐτοῦ
,
διότι
ἐχρόνισαν
πόδες
ἁρμάτων
αὐτοῦ
.
Verse: 29
αἱ
σοϕαὶ
ἄρχουσαι
αὐτῆς
ἀπεκρίϑησαν
πρὸς
αὐτήν
,
καὶ
αὐτὴ
ἀπέστρεψεν
λόγους
αὐτῆς
ἑαυτῇ
Verse: 30
Οὐχ
εὑρήσουσιν
αὐτὸν
διαμερίζοντα
σκῦλα
;
οἰκτίρμων
οἰκτιρήσει
εἰς
κεϕαλὴν
ἀνδρός
·
σκῦλα
βαμμάτων
τῷ
Σισαρα
,
σκῦλα
βαμμάτων
ποικιλίας
,
βάμματα
ποικιλτῶν
αὐτά
,
τῷ
τραχήλῳ
αὐτοῦ
σκῦλα
.
Verse: 31
οὕτως
ἀπόλοιντο
πάντες
οἱ
ἐχϑροί
σου
,
κύριε
·
καὶ
οἱ
ἀγαπῶντες
αὐτὸν
ὡς
ἔξοδος
ἡλίου
ἐν
δυνάμει
//
αὐτοῦ
.
Καὶ
ἡσύχασεν
ἡ
γῆ
τεσσαράκοντα
ἔτη
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.