TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 239
Previous part

Chapter: 4 
Verse: 1    Καὶ προσέϑεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου· καὶ Αωδ ἀπέϑανεν.
Verse: 2    
καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν, ὃς ἐβασίλευσεν ἐν Ασωρ· καὶ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισαρα, καὶ αὐτὸς κατῴκει ἐν Αρισωϑ τῶν ἐϑνῶν.
Verse: 3    
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔϑλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη.
Verse: 4    
Καὶ Δεββωρα γυνὴ προϕῆτις γυνὴ Λαϕιδωϑ, αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ.
Verse: 5    
καὶ αὐτὴ ἐκάϑητο ὑπὸ ϕοίνικα Δεββωρα ἀνὰ μέσον τῆς Ραμα καὶ ἀνὰ μέσον τῆς Βαιϑηλ ἐν τῷ ὄρει Εϕραιμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ εἰς κρίσιν.
Verse: 6    
καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Καδης Νεϕϑαλι καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ἐνετείλατο κύριος ϑεὸς Ισραηλ σοὶ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβωρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεϕϑαλι καὶ ἐκ τῶν υἱῶν Ζαβουλων;
Verse: 7    
καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τῆς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆϑος αὐτοῦ καὶ παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου.
Verse: 8    
καὶ εἶπεν πρὸς αὐτὴν Βαρακ ᾽Εὰν πορευϑῇς μετ' ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευϑῇς, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν εὐοδοῖ τὸν ἄγγελον κύριος μετ' ἐμοῦ.
Verse: 9    
καὶ εἶπεν Πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα. καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύϑη μετὰ Βαρακ ἐκ Καδης.
Verse: 10    
καὶ ἐβόησεν Βαρακ τὸν Ζαβουλων καὶ τὸν Νεϕϑαλι ἐκ Καδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καὶ ἀνέβη μετ' αὐτοῦ Δεββωρα.
Verse: 11    
καὶ Χαβερ Κιναῖος ἐχωρίσϑη ἀπὸ Καινα ἀπὸ τῶν υἱῶν Ιωβαβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἐστιν ἐχόμενα Κεδες.
Verse: 12    
Καὶ ἀνηγγέλη Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ εἰς ὄρος Θαβωρ.
Verse: 13    
καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτοῦ, ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ ἀπὸ Αρισωϑ τῶν ἐϑνῶν εἰς τὸν χειμάρρουν Κισων.
Verse: 14    
καὶ εἶπεν Δεββωρα πρὸς Βαρακ ᾽Ανάστηϑι, ὅτι αὕτη ἡμέρα, ἐν παρέδωκεν κύριος τὸν Σισαρα ἐν τῇ χειρί σου, ὅτι κύριος ἐξελεύσεται ἔμπροσϑέν σου. καὶ κατέβη Βαρακ ἀπὸ τοῦ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
Verse: 15    
καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομϕαίας ἐνώπιον Βαρακ· καὶ κατέβη Σισαρα ἐπάνωϑεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔϕυγεν τοῖς ποσὶν αὐτοῦ.
Verse: 16    
καὶ Βαρακ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Αρισωϑ τῶν ἐϑνῶν· καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομϕαίας, οὐ κατελείϕϑη ἕως ἑνός.
Verse: 17    
καὶ Σισαρα ἔϕυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ ἑταίρου τοῦ Κιναίου, ὅτι εἰρήνη ἦν ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ τοῦ Κιναίου.
Verse: 18    
καὶ ἐξῆλϑεν Ιαηλ εἰς συνάντησιν Σισαρα καὶ εἶπεν αὐτῷ ῎Εκκλινον, κύριέ μου, ἔκκλινον πρός με, μὴ ϕοβοῦ· καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν, καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ.
Verse: 19    
καὶ εἶπεν Σισαρα πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν.
Verse: 20    
καὶ εἶπεν πρὸς αὐτὴν Σισαρα Στῆϑι δὴ ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλϑῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ Εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς Οὐκ ἔστιν.
Verse: 21    
καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔϑηκεν τὴν σϕῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλϑεν πρὸς αὐτὸν ἐν κρυϕῇ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τῷ κροτάϕῳ αὐτοῦ, καὶ διεξῆλϑεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώϑη καὶ ἀπέϑανεν.
Verse: 22    
καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα, καὶ ἐξῆλϑεν Ιαηλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ Δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλϑεν πρὸς αὐτήν, καὶ ἰδοὺ Σισαρα ῥεριμμένος νεκρός, καὶ πάσσαλος ἐν τῷ κροτάϕῳ αὐτοῦ.
Verse: 23    
καὶ ἐτρόπωσεν ϑεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσϑεν τῶν υἱῶν Ισραηλ.
Verse: 24    
καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν, ἕως οὗ ἐξωλέϑρευσαν τὸν Ιαβιν βασιλέα Χανααν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.