TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 238
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ταῦτα τὰ ἔϑνη, ἀϕῆκεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανααν,
Verse: 2    
πλὴν διὰ τὰς γενεὰς υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσϑεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·
Verse: 3    
τὰς πέντε σατραπείας τῶν ἀλλοϕύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Αερμων ἕως Λαβωεμαϑ.
Verse: 4    
καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.
Verse: 5    
καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου
Verse: 6    
καὶ ἔλαβον τὰς ϑυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς ϑυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς ϑεοῖς αὐτῶν.
Verse: 7    
Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάϑοντο κυρίου τοῦ ϑεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν.
Verse: 8    
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαϑαιμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Χουσαρσαϑαιμ ἔτη ὀκτώ.
Verse: 9    
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοϑονιηλ υἱὸν Κενεζ ἀδελϕοῦ Χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν,
Verse: 10    
καὶ ἐγένετο ἐπ' αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλϑεν εἰς πόλεμον πρὸς Χουσαρσαϑαιμ· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαϑαιμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώϑη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαϑαιμ.
Verse: 11    
καὶ ἡσύχασεν γῆ τεσσαράκοντα ἔτη· καὶ ἀπέϑανεν Γοϑονιηλ υἱὸς Κενεζ.
Verse: 12    
Καὶ προσέϑεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου.
Verse: 13    
καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύϑη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν ϕοινίκων.
Verse: 14    
καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Εγλωμ βασιλεῖ Μωαβ ἔτη δέκα ὀκτώ.
Verse: 15    
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Αωδ υἱὸν Γηρα υἱὸν τοῦ Ιεμενι, ἄνδρα ἀμϕοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Εγλωμ βασιλεῖ Μωαβ.
Verse: 16    
καὶ ἐποίησεν ἑαυτῷ Αωδ μάχαιραν δίστομον, σπιϑαμῆς τὸ μῆκος αὐτῆς, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ.
Verse: 17    
καὶ ἐπορεύϑη καὶ προσήνεγκεν τὰ δῶρα τῷ Εγλωμ βασιλεῖ Μωαβ· καὶ Εγλωμ ἀνὴρ ἀστεῖος σϕόδρα.
Verse: 18    
καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Αωδ προσϕέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς ϕέροντας τὰ δῶρα·
Verse: 19    
καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγαλ. καὶ εἶπεν Αωδ Λόγος μοι κρύϕιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Εγλωμ πρὸς αὐτόν Σιώπα· καὶ ἐξαπέστειλεν ἀϕ' ἑαυτοῦ πάντας τοὺς ἐϕεστῶτας ἐπ' αὐτόν.
Verse: 20    
καὶ Αωδ εἰσῆλϑεν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάϑητο ἐν τῷ ὑπερῴῳ τῷ ϑερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν Αωδ Λόγος ϑεοῦ μοι πρὸς σέ, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ ϑρόνου Εγλωμ ἐγγὺς αὐτοῦ.
Verse: 21    
καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωϑεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ
Verse: 22    
καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς ϕλογός, καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς ϕλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ. καὶ ἐξῆλϑεν Αωδ τὴν προστάδα
Verse: 23    
καὶ ἐξῆλϑεν τοὺς διατεταγμένους καὶ ἀπέκλεισεν τὰς ϑύρας τοῦ ὑπερῴου κατ' αὐτοῦ καὶ ἐσϕήνωσεν·
Verse: 24    
καὶ αὐτὸς ἐξῆλϑεν. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλϑον καὶ εἶδον καὶ ἰδοὺ αἱ ϑύραι τοῦ ὑπερῴου ἐσϕηνωμέναι, καὶ εἶπαν Μήποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμιείῳ τῷ ϑερινῷ;
Verse: 25    
καὶ ὑπέμειναν, ἕως ᾐσχύνοντο, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνοίγων τὰς ϑύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεϑνηκώς.
Verse: 26    
καὶ Αωδ διεσώϑη, ἕως ἐϑορυβοῦντο, καὶ οὐκ ἦν προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλϑεν τὰ γλυπτὰ καὶ διεσώϑη εἰς Σετιρωϑα.
Verse: 27    
καὶ ἐγένετο ἡνίκα ἦλϑεν Αωδ εἰς γῆν Ισραηλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Εϕραιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ισραηλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσϑεν αὐτῶν.
Verse: 28    
καὶ εἶπεν πρὸς αὐτούς Κατάβητε ὀπίσω μου, ὅτι παρέδωκεν κύριος ϑεὸς τοὺς ἐχϑροὺς ἡμῶν τὴν Μωαβ ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ, καὶ οὐκ ἀϕῆκεν ἄνδρα διαβῆναι.
Verse: 29    
καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώϑη ἀνήρ.
Verse: 30    
καὶ ἐνετράπη Μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ισραηλ, καὶ ἡσύχασεν γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὗ ἀπέϑανεν.
Verse: 31    
Καὶ μετ' αὐτὸν ἀνέστη Σαμεγαρ υἱὸς Διναχ καὶ ἐπάταξεν τοὺς ἀλλοϕύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσεν καί γε αὐτὸς τὸν Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.