TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 237
Previous part

Chapter: 2 
Verse: 1    Καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυϑμῶνα καὶ ἐπὶ Βαιϑηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Τάδε λέγει κύριος ᾽Ανεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα Οὐ διασκεδάσω τὴν διαϑήκην μου τὴν μεϑ' ὑμῶν εἰς τὸν αἰῶνα·
Verse: 2    
καὶ ὑμεῖς οὐ διαϑήσεσϑε διαϑήκην τοῖς ἐγκαϑημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς ϑεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ ϑυσιαστήρια αὐτῶν καϑελεῖτε. καὶ οὐκ εἰσηκούσατε τῆς ϕωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε.
Verse: 3    
κἀγὼ εἶπον Οὐ μὴ ἐξαρῶ αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ ϑεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.
Verse: 4    
καὶ ἐγένετο ὡς ἐλάλησεν ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ, καὶ ἐπῆραν λαὸς τὴν ϕωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
Verse: 5    
καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυϑμῶνες· καὶ ἐϑυσίασαν ἐκεῖ τῷ κυρίῳ.
Verse: 6    
Καὶ ἐξαπέστειλεν ᾽Ιησοῦς τὸν λαόν, καὶ ἦλϑεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν.
Verse: 7    
καὶ ἐδούλευσεν λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας ᾽Ιησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ ᾽Ιησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα, ἐποίησεν ἐν τῷ Ισραηλ.
Verse: 8    
καὶ ἐτελεύτησεν ᾽Ιησοῦς υἱὸς Ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν.
Verse: 9    
καὶ ἔϑαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναϑαρες ἐν ὄρει Εϕραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας.
Verse: 10    
καί γε πᾶσα γενεὰ ἐκείνη προσετέϑησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον, ἐποίησεν ἐν τῷ Ισραηλ.
Verse: 11    
Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐλάτρευσαν τοῖς Βααλιμ.
Verse: 12    
καὶ ἐγκατέλιπον τὸν κύριον τὸν ϑεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύϑησαν ὀπίσω ϑεῶν ἑτέρων ἀπὸ τῶν ϑεῶν τῶν ἐϑνῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον
Verse: 13    
καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ Βααλ καὶ ταῖς ᾽Αστάρταις.
Verse: 14    
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχϑρῶν αὐτῶν κυκλόϑεν, καὶ οὐκ ἠδυνήϑησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχϑρῶν αὐτῶν.
Verse: 15    
ἐν πᾶσιν, οἷς ἐξεπορεύοντο, καὶ χεὶρ κυρίου ἦν ἐπ' αὐτοὺς εἰς κακά, καϑὼς ἐλάλησεν κύριος καὶ καϑὼς ὤμοσεν κύριος αὐτοῖς, καὶ ἐξέϑλιψεν αὐτοὺς σϕόδρα.
Verse: 16    
καὶ ἤγειρεν κύριος κριτάς, καὶ ἔσωσεν αὐτοὺς κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς.
Verse: 17    
καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν, ὅτι ἐξεπόρνευσαν ὀπίσω ϑεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύϑησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων κυρίου, οὐκ ἐποίησαν οὕτως.
Verse: 18    
καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοῖς, καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχϑρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήϑη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκϑλιβόντων αὐτούς.
Verse: 19    
καὶ ἐγένετο ὡς ἀπέϑνῃσκεν κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέϕϑειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσϑαι ὀπίσω ϑεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς.
Verse: 20    
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν ᾽Ανϑ' ὧν ὅσα ἐγκατέλιπον τὸ ἔϑνος τοῦτο τὴν διαϑήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς ϕωνῆς μου,
Verse: 21    
καί γε ἐγὼ οὐ προσϑήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐϑνῶν, ὧν κατέλιπεν ᾽Ιησοῦς υἱὸς Ναυη ἐν τῇ γῇ καὶ ἀϕῆκεν,
Verse: 22    
τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ εἰ ϕυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσϑαι ἐν αὐτῇ, ὃν τρόπον ἐϕύλαξαν οἱ πατέρες αὐτῶν, οὔ.
Verse: 23    
καὶ ἀϕῆκεν κύριος τὰ ἔϑνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ ᾽Ιησοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.