TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 192
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν ϑάλασσαν ὅτι ἀπεξήρανεν κύριος ϑεὸς τὸν Ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσϑεν τῶν υἱῶν Ισραηλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς ϕρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ.
Verse: 2    
῾Υπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν κύριος τῷ ᾽Ιησοῖ Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καϑίσας περίτεμε τοὺς υἱοὺς Ισραηλ.
Verse: 3    
καὶ ἐποίησεν ᾽Ιησοῦς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐπὶ τοῦ καλουμένου τόπου Βουνὸς τῶν ἀκροβυστιῶν.
Verse: 4    
ὃν δὲ τρόπον περιεκάϑαρεν ᾽Ιησοῦς τοὺς υἱοὺς Ισραηλ, ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυϑότων ἐξ Αἰγύπτου,
Verse: 5    
πάντας τούτους περιέτεμεν ᾽Ιησοῦς·
Verse: 6    
τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ισραηλ ἐν τῇ ἐρήμῳ τῇ Μαδβαρίτιδι, διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυϑότων ἐκ γῆς Αἰγύπτου οἱ ἀπειϑήσαντες τῶν ἐντολῶν τοῦ ϑεοῦ, οἷς καὶ διώρισεν μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι ἡμῖν, γῆν ῥέουσαν γάλα καὶ μέλι.
Verse: 7    
ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτῶν, οὓς ᾽Ιησοῦς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγενῆσϑαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους.
Verse: 8    
περιτμηϑέντες δὲ ἡσυχίαν εἶχον αὐτόϑι καϑήμενοι ἐν τῇ παρεμβολῇ, ἕως ὑγιάσϑησαν.
Verse: 9    
καὶ εἶπεν κύριος τῷ ᾽Ιησοῖ υἱῷ Ναυη ᾽Εν τῇ σήμερον ἡμέρᾳ ἀϕεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀϕ' ὑμῶν. καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γαλγαλα.
Verse: 10    
Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν Ιεριχω ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῷ πεδίῳ
Verse: 11    
καὶ ἐϕάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. ἐν ταύτῃ τῇ ἡμέρᾳ
Verse: 12    
ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς Ισραηλ μαννα· ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
Verse: 13    
Καὶ ἐγένετο ὡς ἦν ᾽Ιησοῦς ἐν Ιεριχω, καὶ ἀναβλέψας τοῖς ὀϕϑαλμοῖς εἶδεν ἄνϑρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ῥομϕαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελϑὼν ᾽Ιησοῦς εἶπεν αὐτῷ ῾Ημέτερος εἶ τῶν ὑπεναντίων;
Verse: 14    
δὲ εἶπεν αὐτῷ ᾽Εγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ ᾽Ιησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ;
Verse: 15    
καὶ λέγει ἀρχιστράτηγος κυρίου πρὸς ᾽Ιησοῦν Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· γὰρ τόπος, ἐϕ' σὺ ἕστηκας, ἅγιός ἐστιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.