TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 191
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἐπεὶ συνετέλεσεν πᾶς λαὸς διαβαίνων τὸν Ιορδάνην, καὶ εἶπεν κύριος τῷ ᾽Ιησοῖ λέγων
Verse: 2    
Παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀϕ' ἑκάστης ϕυλῆς,
Verse: 3    
σύνταξον αὐτοῖς λέγων ᾽Ανέλεσϑε ἐκ μέσου τοῦ Ιορδάνου ἑτοίμους δώδεκα λίϑους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς ϑέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.
Verse: 4    
καὶ ἀνακαλεσάμενος ᾽Ιησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀϕ' ἑκάστης ϕυλῆς,
Verse: 5    
εἶπεν αὐτοῖς Προσαγάγετε ἔμπροσϑέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖϑεν ἕκαστος λίϑον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριϑμὸν τῶν δώδεκα ϕυλῶν τοῦ Ισραηλ,
Verse: 6    
ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός, ἵνα ὅταν ἐρωτᾷ σε υἱός σου αὔριον λέγων Τί εἰσιν οἱ λίϑοι οὗτοι ὑμῖν;
Verse: 7    
καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων ῞Οτι ἐξέλιπεν Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαϑήκης κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίϑοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνος.
Verse: 8    
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ, καϑότι ἐνετείλατο κύριος τῷ ᾽Ιησοῖ, καὶ λαβόντες δώδεκα λίϑους ἐκ μέσου τοῦ Ιορδάνου, καϑάπερ συνέταξεν κύριος τῷ ᾽Ιησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέϑηκαν ἐκεῖ.
Verse: 9    
ἔστησεν δὲ ᾽Ιησοῦς καὶ ἄλλους δώδεκα λίϑους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.
Verse: 10    
εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαϑήκης ἐν τῷ Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν ᾽Ιησοῦς πάντα, ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν λαὸς καὶ διέβησαν.
Verse: 11    
καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς λαὸς διαβῆναι, καὶ διέβη κιβωτὸς τῆς διαϑήκης κυρίου, καὶ οἱ λίϑοι ἔμπροσϑεν αὐτῶν.
Verse: 12    
καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις ϕυλῆς Μανασση διεσκευασμένοι ἔμπροσϑεν τῶν υἱῶν Ισραηλ, καϑάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.
Verse: 13    
τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν.
Verse: 14    
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν κύριος τὸν ᾽Ιησοῦν ἐναντίον παντὸς τοῦ γένους Ισραηλ, καὶ ἐϕοβοῦντο αὐτὸν ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.
Verse: 15    
Καὶ εἶπεν κύριος τῷ ᾽Ιησοῖ λέγων
Verse: 16    
῎Εντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαϑήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Ιορδάνου.
Verse: 17    
καὶ ἐνετείλατο ᾽Ιησοῦς τοῖς ἱερεῦσιν λέγων ῎Εκβητε ἐκ τοῦ Ιορδάνου.
Verse: 18    
καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου ἐκ τοῦ Ιορδάνου καὶ ἔϑηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησεν τὸ ὕδωρ τοῦ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καϑὰ ἐχϑὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τῆς κρηπῖδος.
Verse: 19    
καὶ λαὸς ἀνέβη ἐκ τοῦ Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ιεριχω.
Verse: 20    
καὶ τοὺς δώδεκα λίϑους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ Ιορδάνου, ἔστησεν ᾽Ιησοῦς ἐν Γαλγαλοις
Verse: 21    
λέγων ῞Οταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες Τί εἰσιν οἱ λίϑοι οὗτοι;
Verse: 22    
ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι ᾽Επὶ ξηρᾶς διέβη Ισραηλ τὸν Ιορδάνην
Verse: 23    
ἀποξηράναντος κυρίου τοῦ ϑεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκ τοῦ ἔμπροσϑεν αὐτῶν μέχρι οὗ διέβησαν, καϑάπερ ἐποίησεν κύριος ϑεὸς ἡμῶν τὴν ἐρυϑρὰν ϑάλασσαν, ἣν ἀπεξήρανεν κύριος ϑεὸς ἡμῶν ἔμπροσϑεν ἡμῶν ἕως παρήλϑομεν,
Verse: 24    
ὅπως γνῶσιν πάντα τὰ ἔϑνη τῆς γῆς ὅτι δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν, καὶ ἵνα ὑμεῖς σέβησϑε κύριον τὸν ϑεὸν ὑμῶν ἐν παντὶ χρόνῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.