TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 190
Previous part

Chapter: 3 
Verse: 1    Καὶ ὤρϑρισεν ᾽Ιησοῦς τὸ πρωί, καὶ ἀπῆραν ἐκ Σαττιν καὶ ἤλϑοσαν ἕως τοῦ Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι.
Verse: 2    
καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλϑον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς
Verse: 3    
καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες ῞Οταν ἴδητε τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου τοῦ ϑεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσϑε ὀπίσω αὐτῆς·
Verse: 4    
ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις· στήσεσϑε, μὴ προσεγγίσητε αὐτῇ, ἵν' ἐπίστησϑε τὴν ὁδόν, ἣν πορεύεσϑε αὐτήν· οὐ γὰρ πεπόρευσϑε τὴν ὁδὸν ἀπ' ἐχϑὲς καὶ τρίτης ἡμέρας.
Verse: 5    
καὶ εἶπεν ᾽Ιησοῦς τῷ λαῷ ῾Αγνίσασϑε εἰς αὔριον, ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος ϑαυμαστά.
Verse: 6    
καὶ εἶπεν ᾽Ιησοῦς τοῖς ἱερεῦσιν ῎Αρατε τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου καὶ προπορεύεσϑε τοῦ λαοῦ. καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσϑεν τοῦ λαοῦ.
Verse: 7    
καὶ εἶπεν κύριος πρὸς ᾽Ιησοῦν ᾽Εν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ, ἵνα γνῶσιν, καϑότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.
Verse: 8    
καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαϑήκης λέγων ῾Ως ἂν εἰσέλϑητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ιορδάνου, καὶ ἐν τῷ Ιορδάνῃ στήσεσϑε.
Verse: 9    
καὶ εἶπεν ᾽Ιησοῦς τοῖς υἱοῖς Ισραηλ Προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ ϑεοῦ ἡμῶν.
Verse: 10    
ἐν τούτῳ γνώσεσϑε ὅτι ϑεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεϑρεύων ὀλεϑρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ιεβουσαῖον·
Verse: 11    
ἰδοὺ κιβωτὸς διαϑήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην.
Verse: 12    
προχειρίσασϑε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀϕ' ἑκάστης ϕυλῆς.
Verse: 13    
καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ιορδάνου, τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.
Verse: 14    
καὶ ἀπῆρεν λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ιορδάνην, οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου πρότεροι τοῦ λαοῦ.
Verse: 15    
ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαϑήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου ἐβάϕησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ιορδάνου δὲ Ιορδάνης ἐπλήρου καϑ' ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι ϑερισμοῦ πυρῶν ,
Verse: 16    
καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωϑεν, ἔστη πῆγμα ἓν ἀϕεστηκὸς μακρὰν σϕόδρα σϕοδρῶς ἕως μέρους Καριαϑιαριμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν ϑάλασσαν Αραβα, ϑάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπεν· καὶ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω.
Verse: 17    
καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσεν πᾶς λαὸς διαβαίνων τὸν Ιορδάνην.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.