TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 189
Chapter: 2
Verse: 1
Καὶ
ἀπέστειλεν
᾽Ιησοῦς
υἱὸς
Ναυη
ἐκ
Σαττιν
δύο
νεανίσκους
κατασκοπεῦσαι
λέγων
᾽Ανάβητε
καὶ
ἴδετε
τὴν
γῆν
καὶ
τὴν
Ιεριχω
.
καὶ
πορευϑέντες
εἰσήλϑοσαν
οἱ
δύο
νεανίσκοι
εἰς
Ιεριχω
καὶ
εἰσήλϑοσαν
εἰς
οἰκίαν
γυναικὸς
πόρνης
,
ᾗ
ὄνομα
Ρααβ
,
καὶ
κατέλυσαν
ἐκεῖ
.
Verse: 2
καὶ
ἀπηγγέλη
τῷ
βασιλεῖ
Ιεριχω
λέγοντες
Εἰσπεπόρευνται
ὧδε
ἄνδρες
τῶν
υἱῶν
Ισραηλ
κατασκοπεῦσαι
τὴν
γῆν
.
Verse: 3
καὶ
ἀπέστειλεν
ὁ
βασιλεὺς
Ιεριχω
καὶ
εἶπεν
πρὸς
Ρααβ
λέγων
᾽Εξάγαγε
τοὺς
ἄνδρας
τοὺς
εἰσπεπορευμένους
εἰς
τὴν
οἰκίαν
σου
τὴν
νύκτα
·
κατασκοπεῦσαι
γὰρ
τὴν
γῆν
ἥκασιν
.
Verse: 4
καὶ
λαβοῦσα
ἡ
γυνὴ
τοὺς
ἄνδρας
ἔκρυψεν
αὐτοὺς
καὶ
εἶπεν
αὐτοῖς
λέγουσα
Εἰσεληλύϑασιν
πρός
με
οἱ
ἄνδρες
·
Verse: 5
ὡς
δὲ
ἡ
πύλη
ἐκλείετο
ἐν
τῷ
σκότει
,
καὶ
οἱ
ἄνδρες
ἐξῆλϑον
·
οὐκ
ἐπίσταμαι
ποῦ
πεπόρευνται
·
καταδιώξατε
ὀπίσω
αὐτῶν
,
εἰ
καταλήμψεσϑε
αὐτούς
.
Verse: 6
αὐτὴ
δὲ
ἀνεβίβασεν
αὐτοὺς
ἐπὶ
τὸ
δῶμα
καὶ
ἔκρυψεν
αὐτοὺς
ἐν
τῇ
λινοκαλάμῃ
τῇ
ἐστοιβασμένῃ
αὐτῇ
ἐπὶ
τοῦ
δώματος
.
Verse: 7
καὶ
οἱ
ἄνδρες
κατεδίωξαν
ὀπίσω
αὐτῶν
ὁδὸν
τὴν
ἐπὶ
τοῦ
Ιορδάνου
ἐπὶ
τὰς
διαβάσεις
,
καὶ
ἡ
πύλη
ἐκλείσϑη
.
καὶ
ἐγένετο
ὡς
ἐξήλϑοσαν
οἱ
διώκοντες
ὀπίσω
αὐτῶν
Verse: 8
καὶ
αὐτοὶ
δὲ
πρὶν
ἢ
κοιμηϑῆναι
αὐτούς
,
καὶ
αὐτὴ
ἀνέβη
ἐπὶ
τὸ
δῶμα
πρὸς
αὐτοὺς
Verse: 9
καὶ
εἶπεν
πρὸς
αὐτούς
᾽Επίσταμαι
ὅτι
δέδωκεν
ὑμῖν
κύριος
τὴν
γῆν
,
ἐπιπέπτωκεν
γὰρ
ὁ
ϕόβος
ὑμῶν
ἐϕ
'
ἡμᾶς
·
Verse: 10
ἀκηκόαμεν
γὰρ
ὅτι
κατεξήρανεν
κύριος
ὁ
ϑεὸς
τὴν
ἐρυϑρὰν
ϑάλασσαν
ἀπὸ
προσώπου
ὑμῶν
,
ὅτε
ἐξεπορεύεσϑε
ἐκ
γῆς
Αἰγύπτου
,
καὶ
ὅσα
ἐποίησεν
τοῖς
δυσὶ
βασιλεῦσιν
τῶν
Αμορραίων
,
οἳ
ἦσαν
πέραν
τοῦ
Ιορδάνου
,
τῷ
Σηων
καὶ
Ωγ
,
οὓς
ἐξωλεϑρεύσατε
αὐτούς
·
Verse: 11
καὶ
ἀκούσαντες
ἡμεῖς
ἐξέστημεν
τῇ
καρδίᾳ
ἡμῶν
,
καὶ
οὐκ
ἔστη
ἔτι
πνεῦμα
ἐν
οὐδενὶ
ἡμῶν
ἀπὸ
προσώπου
ὑμῶν
,
ὅτι
κύριος
ὁ
ϑεὸς
ὑμῶν
ϑεὸς
ἐν
οὐρανῷ
ἄνω
καὶ
ἐπὶ
τῆς
γῆς
κάτω
.
Verse: 12
καὶ
νῦν
ὀμόσατέ
μοι
κύριον
τὸν
ϑεόν
,
ὅτι
ποιῶ
ὑμῖν
ἔλεος
καὶ
ποιήσετε
καὶ
ὑμεῖς
ἔλεος
ἐν
τῷ
οἴκῳ
τοῦ
πατρός
μου
Verse: 13
καὶ
ζωγρήσετε
τὸν
οἶκον
τοῦ
πατρός
μου
καὶ
τὴν
μητέρα
μου
καὶ
τοὺς
ἀδελϕούς
μου
καὶ
πάντα
τὸν
οἶκόν
μου
καὶ
πάντα
,
ὅσα
ἐστὶν
αὐτοῖς
,
καὶ
ἐξελεῖσϑε
τὴν
ψυχήν
μου
ἐκ
ϑανάτου
.
Verse: 14
καὶ
εἶπαν
αὐτῇ
οἱ
ἄνδρες
῾Η
ψυχὴ
ἡμῶν
ἀνϑ
'
ὑμῶν
εἰς
ϑάνατον
.
καὶ
αὐτὴ
εἶπεν
῾Ως
ἂν
παραδῷ
κύριος
ὑμῖν
τὴν
πόλιν
,
ποιήσετε
εἰς
ἐμὲ
ἔλεος
καὶ
ἀλήϑειαν
.
Verse: 15
καὶ
κατεχάλασεν
αὐτοὺς
διὰ
τῆς
ϑυρίδος
Verse: 16
καὶ
εἶπεν
αὐτοῖς
Εἰς
τὴν
ὀρεινὴν
ἀπέλϑετε
,
μὴ
συναντήσωσιν
ὑμῖν
οἱ
καταδιώκοντες
,
καὶ
κρυβήσεσϑε
ἐκεῖ
τρεῖς
ἡμέρας
,
ἕως
ἂν
ἀποστρέψωσιν
οἱ
καταδιώκοντες
ὀπίσω
ὑμῶν
,
καὶ
μετὰ
ταῦτα
ἀπελεύσεσϑε
εἰς
τὴν
ὁδὸν
ὑμῶν
.
Verse: 17
καὶ
εἶπαν
οἱ
ἄνδρες
πρὸς
αὐτήν
᾽Αϑῷοί
ἐσμεν
τῷ
ὅρκῳ
σου
τούτῳ
·
Verse: 18
ἰδοὺ
ἡμεῖς
εἰσπορευόμεϑα
εἰς
μέρος
τῆς
πόλεως
,
καὶ
ϑήσεις
τὸ
σημεῖον
,
τὸ
σπαρτίον
τὸ
κόκκινον
τοῦτο
ἐκδήσεις
εἰς
τὴν
ϑυρίδα
,
δι
'
ἧς
κατεβίβασας
ἡμᾶς
δι
'
αὐτῆς
,
τὸν
δὲ
πατέρα
σου
καὶ
τὴν
μητέρα
σου
καὶ
τοὺς
ἀδελϕούς
σου
καὶ
πάντα
τὸν
οἶκον
τοῦ
πατρός
σου
συνάξεις
πρὸς
σεαυτὴν
εἰς
τὴν
οἰκίαν
σου
.
Verse: 19
καὶ
ἔσται
πᾶς
,
ὃς
ἂν
ἐξέλϑῃ
τὴν
ϑύραν
τῆς
οἰκίας
σου
ἔξω
,
ἔνοχος
ἑαυτῷ
ἔσται
,
ἡμεῖς
δὲ
ἀϑῷοι
τῷ
ὅρκῳ
σου
τούτῳ
·
καὶ
ὅσοι
ἐὰν
γένωνται
μετὰ
σοῦ
ἐν
τῇ
οἰκίᾳ
σου
,
ἡμεῖς
ἔνοχοι
ἐσόμεϑα
.
Verse: 20
ἐὰν
δέ
τις
ἡμᾶς
ἀδικήσῃ
ἢ
καὶ
ἀποκαλύψῃ
τοὺς
λόγους
ἡμῶν
τούτους
,
ἐσόμεϑα
ἀϑῷοι
τῷ
ὅρκῳ
σου
τούτῳ
.
Verse: 21
καὶ
εἶπεν
αὐτοῖς
Κατὰ
τὸ
ῥῆμα
ὑμῶν
οὕτως
ἔστω
·
καὶ
ἐξαπέστειλεν
αὐτούς
.
Verse: 22
καὶ
ἐπορεύϑησαν
καὶ
ἤλϑοσαν
εἰς
τὴν
ὀρεινὴν
καὶ
κατέμειναν
ἐκεῖ
τρεῖς
ἡμέρας
·
καὶ
ἐξεζήτησαν
οἱ
καταδιώκοντες
πάσας
τὰς
ὁδοὺς
καὶ
οὐχ
εὕροσαν
.
Verse: 23
καὶ
ὑπέστρεψαν
οἱ
δύο
νεανίσκοι
καὶ
κατέβησαν
ἐκ
τοῦ
ὄρους
καὶ
διέβησαν
πρὸς
᾽Ιησοῦν
υἱὸν
Ναυη
καὶ
διηγήσαντο
αὐτῷ
πάντα
τὰ
συμβεβηκότα
αὐτοῖς
.
Verse: 24
καὶ
εἶπαν
πρὸς
᾽Ιησοῦν
ὅτι
Παρέδωκεν
κύριος
πᾶσαν
τὴν
γῆν
ἐν
χειρὶ
ἡμῶν
,
καὶ
κατέπτηκεν
πᾶς
ὁ
κατοικῶν
τὴν
γῆν
ἐκείνην
ἀϕ
'
ἡμῶν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.